2. Ὁκότ᾿ οὖν ταῦτα τοιαῦτα γίγνεται τοῖσιν ὑγιαίνουσιν ἕνεκεν
3. ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος οὔτι
4. προσθεῖναι λυσιτελέειν φαίνεται οὔτε ἀφελέειν.
6. Μεταξὺ δὲ πάλιν τῆς διηγήσεως τῶν συμβαινόντων
7. τοῖς ὑγιαίνουσιν, ὅσοι γε τὸ ἔθος ὑπήλλαξαν ἀθρόως τὸ κεφάλαιον
8. τοῦ λόγου παρενέθηκεν, οὗ χάριν ταῦτα πάντα διηγεῖται
9. τὰ τοῖς ὑγιαίνουσι συμβαίνοντα. δῆλον γὰρ ὡς εἴπερ
10. τοῖς ὑγιαίνουσιν ἡ τῆς ἡμίσεος ἡμέρας μεταβολὴ τῆς διαίτης
11. εἰς τοσοῦτόν ἐστιν ἀνιαρὰ, πῶς οὐχ ἥδε πολλή γε τοῖς
12. νοσοῦσιν; ἐφεξῆς δὲ πάλιν ἐπὶ τὴν διήγησιν τῶν συμβαινόντων
13. τοῖς ὑγιαίνουσιν ἐπανέρχεται κατὰ τὴν ἐχομένην ῥῆσιν
14. ἔχουσαν οὕτως·