17. Εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας, ὅλην τὴν
18. ἡμέρην κενεαγγήσας, δειπνήσειεν ὁκόσον εἴθιστο εἰκὸς αὐτὸν,
1. εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠῤῥώστει, δειπνήσας
2. δὲ τότε βαρὺς ἦν, πολὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἔτι
3. πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι
4. μᾶλλον ἂν βαρύνοιτο.
6. Ὃ λέγει τοιοῦτόν ἐστιν. εἰ ὁ παρὰ τὸ ἔθος ἀναρίστητος
7. μείνας, εἶτα δειπνήσας τῶν εἰθισμένων ἐλάττω τῆς
8. νυκτὸς ἐβαρύνθη, πολὺ μειζόνως βαρυνθήσεται ὁ πλείω ἢ
9. ὅσα εἴθιστο δειπνήσας· ὁ δ᾿ ἐπὶ πλείονα χρόνον κενεαγγήσας,
10. εἰ ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρυνθείη.
11. τῶν γὰρ ἀναριστήτων μενόντων παρὰ τὸ ἔθος ἔνιοι μὲν ἐπ᾿
12. ἐλάττονα χρόνον ἐκτείνουσι τὴν ἀσιτίαν, ἔνιοι δὲ ἐπὶ πλείονα·
13. τούτους οὖν φησιν ἔτι μᾶλλον βαρυνθήσεσθαι.