16. Τὸν μὲν οὖν παρὰ τὸ ἔθος κενεαγγήσαντα συμφέρει ταύτην
17. τὴν ἡμέρην ἀντισηκῶσαι ὧδε, ἀῤῥιγέως καὶ ἀθαλπέως
1. καὶ ἀταλαιπώρως· ταῦτα γὰρ ἅπαντα βαρέως ἂν
2. ἐνέγκοι. καὶ τὸ δεῖπνον συχνῷ ἔλασσον ποιήσασθαι ἢ
3. ὅσον εἴθιστο καὶ μὴ ξηρὸν, ἀλλὰ τοῦ πλαδαρωτέρου τρόπου·
4. καὶ μετὰ ταῦτα πιεῖν μὴ ὑδαρὲς μήτε ἔλασσον ἢ
5. κατὰ λόγον τοῦ βρώματος· καὶ τῇ ὑστεραίᾳ ὀλίγα ἀριστῆσαι,
6. ὡς ἐκ προσαγωγῆς ἀφίκηται εἰς τὸ ἔθος.
8. Ὥσπερ τῶν ἀριστησάντων οὐκ εἰθισμένως ἐπηνώρθου
9. τὴν βλάβην, οὕτως καὶ τοὺς παρὰ τὸ ἔθος κακωθέντας ἐκ
10. μονοσιτίας ἀξιοῖ πρῶτον μὲν θάλπους καὶ ψύχους καὶ ταλαιπωρίας
11. ἀπέχεσθαι· ταῦτα γὰρ ἂν, φησὶ, πάντα βαρέως
12. ἐνέγκοιεν· ἔτι τε ἀξιοῖ ἐπ᾿ ἔλαττον ἢ ὅσον ἦσαν εἰθισμένοι
13. δειπνῆσαι. καίτοι τούτου ἐναντιώτατον οἱ πολλοὶ
14. ποιοῦσι· κωλυθέντες γὰρ ὑπό τινος ἀσχολίας ἀριστῆσαι
15. κατὰ τὸ δεῖπνον ἀξιοῦσιν ἀπολαμβάνειν καὶ τὴν παραλελειμμένην
16. ἐπὶ τοῦ ἀρίστου τροφὴν, οὐκ εἰδότες ὅτι δεῖται μὲν
17. ὄντως τὸ σῶμα τῆς παραλελειμμένης τροφῆς, οὐ δύναται
18. δὲ αὐτὴν ἡ γαστὴρ κατεργάσασθαι, βεβλαμμένη διὰ τὴν
1. μακροτέραν ἀσιτίαν. ἀλλ᾿ ὅ γε Ἱπποκράτης ὥσπερ ἐλάττονα
2. κελεύει δοθῆναι τὴν τροφὴν, οὕτως καὶ ὑγροτέραν·
3. αὕτη γὰρ οἰκεῖον ἴαμα τῇ τε γαστρὶ καὶ παντὶ τῷ σώματι
4. γενήσεται κατεξηρασμένοις. ἐπιῤῥῶσαι δὲ αὐτῶν βούλεται
5. τὴν γαστέρα καὶ τῇ τοῦ οἴνου πόσει, μήθ᾿ ὑδαρὲς μήτ᾿ ἔλαττον
6. τῆς κατὰ τὴν τροφὴν ἀναλογίας κελεύων πιεῖν. τὸ μὲν
7. γὰρ ὑδαρὲς ἐκλύσει τὸν τόνον τῆς γαστρός· τὸ δ᾿ ἔλαττον
8. ἀνεπιτήδειον τῇ ἐξηρασμένῃ. καὶ κατὰ τὴν ὑστεραίαν δ᾿
9. ἔτι προνοήσασθαι τῆς διαίτης ἀξιοῖ τὸν οὕτω βλαβέντα,
10. τροφῆς τῆς συνήθους ἐλάττονα προσενεγκάμενον, ὅπως ἐκ
11. προσαγωγῆς, τουτέστι κατ᾿ ὀλίγον, εἰς τὸ παλαιὸν ἔθος
12. ἐπανέλθοι.