Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.29, ed. Kühn, 1828, vol. 15, p. 564-567. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.29


15. Αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν
16. οἱ πικρόχολοι τὰ ἄνω.

18. Εἶπον ἤδη κᾀγὼ πρὸ μικροῦ περὶ τῶν πικροχόλων ὡς
1. δυσφορώτεροι γίγνονται τῶν φλεγματωδῶν ἐν τῷ μεταβάλλειν
2. ἀθρόως τὴν δίαιταν ἐπὶ τὴν ἔνδειαν· ἐκχολοῦται γὰρ
3. αὐτοῖς θᾶττον ἣ θ᾿ ὅλη τοῦ σώματος ἕξις καὶ ἡ κατὰ τὴν
4. γαστέρα. διὰ τί δὲ οὐχ ἁπλῶς εἶπεν οἱ πικρόχολοι, ἀλλὰ
5. προσέθηκε τὰ ἄνω; ὅτι τῆς ξανθῆς χολῆς, ἣν δὴ καὶ ὠχρὰν
6. καὶ πικρὰν ὀνομάζουσιν, ἐπιπολαζούσης μὲν τῇ ἄνω γαστρὶ
7. πικροχόλους εἰκότως ἐροῦμεν εἶναι τὰ ἄνω τοὺς τοιούτους,
8. ὑπιούσης δὲ δι᾿ ἕδρας πικροχόλους τὰ κάτω. Παύλῳ μὲν
9. γὰρ τῷ ῥήτορι φλεγματώδη τὴν ὅλην ἕξιν τοῦ σώματος ἔχοντι
10. καθ᾿ ἑκάστην ἡμέραν ἐπεπόλαζεν ἡ ξανθὴ χολὴ καὶ
11. πρώτην αὐτὴν ἤμει μετὰ τὸ λουτρὸν οὐκ ὀλίγην. Εὐδήμῳ
12. δὲ τῷ φιλοσόφῳ χολώδει τὴν κρᾶσιν ὄντι διὰ τῆς ἕδρας
13. ὑπῄει κάτω καὶ σπανίως ποθ᾿ οὗτος ἤμει χολὴν
14. ὠχράν· ἦν δ᾿ ὥσπερ τῷ Παύλῳ τὰ διαχωρήματα χολῆς ὀλίγον
15. ἔχοντα, οὕτω τῷ Εὐδήμῳ πάμπολυ. τοῖς οὖν ἐκλείπουσι
16. παρὰ τὸ ἔθος τὸ ἄριστον, ἐὰν μὲν τήν τε ὅλην ἕξιν
17. τοῦ σώματος ὦσι πικρόχολοι, τήν τε ἄνω γαστέρα συμβαίνειν
18. ἀναγκαῖόν ἐστι πάνθ᾿ ὅσα προεῖπεν ὀλίγον ἔμπροσθεν·
1. ὅσοις δὲ τὴν ἄνω γαστέρα μόνην ὑπάρχει πικροχόλοις εἶναι,
2. τὰ μὲν τῆς δυσφορίας συμβήσεται ὁμοίως, τὰ δὲ ἄλλα συμπτώματα
3. τινὰ μὲν οὐδ᾿ ὅλως ἔσται, τινὰ δὲ μετριώτερα.
4. προειρήκει δὲ τοὺς ἐκλείποντας τὸ ἄριστον παρὰ τὸ ἔθος
5. δειλοὺς ἐς πᾶν ἔργον γίγνεσθαι καὶ καρδιαλγέας καὶ κρεμᾶσθαι
6. δοκεῖν αὐτοῖς τὰ σπλάγχνα καὶ οὐρεῖν θερμὸν καὶ
7. χλωρὸν καὶ τὴν ἄφοδον συγκαίεσθαι· τισὶ δ᾿ αὐτῶν καὶ τὸ
8. στόμα πικρὸν γίγνεσθαι καὶ τοὺς ὀφθαλμοὺς κοίλους καὶ
9. τοὺς κροτάφους πάλλεσθαι καὶ τὰ ἄκρα διαψύχεσθαι. τούτων
10. δὲ τινα μὲν τοῖς ὅλην τὴν ἕξιν πικροχόλοις μᾶλλον συμβαίνει,
11. τινὰ δὲ τοῖς τὴν ἄνω γαστέρα. καὶ διὰ τοῦτο καὶ
12. ἡ πρὸς τὰς ἐνεργείας ἀτολμία καὶ ἡ τῶν ἄκρων ψύξις
13. τό τ᾿ οὐρεῖν θερμόν τε καὶ χλωρὸν καὶ τὰ διαχωρήματα
14. συγκαίεσθαι καὶ τοὺς ὀφθαλμοὺς κοίλους γίγνεσθαι καὶ τοὺς
15. κροτάφους πάλλεσθαι, τοῖς τὴν ὅλην ἕξιν πικροχόλοις, ἀμφοτέροις
16. δὲ τό τε δοκεῖν κρεμᾶσθαι τὰ σπλάγχνα καὶ τὸ
17. στόμα πικραίνεσθαι. διὰ μὲν γὰρ τὴν παρὰ τὸ ἔθος ἔνδειαν
18. αἴσθησιν ἴσχουσιν ἀστηρίκτων τῶν σπλάγχνων, διὰ δὲ
19. τὴν ἐπικράτειαν τῆς χολῆς πικρὸν γίγνεσθαι τὸ στόμα τοῖς
1. τὸ πᾶν σῶμα πικροχόλοις, οὐχ ὡς τοῦ παθήματος ἐν τῷ
2. στόματι γιγνομένου μᾶλλον, ἀλλ᾿ ὅτι τῆς αἰσθήσεως αὐτὸ
3. μόριον ἡ φύσις ἐποίησε χυμῶν ἰδέας διαγνωστικόν. ἡ δὲ
4. γαστὴρ συγκαίεται μᾶλλον μὲν οἷς ἡ ἐξ ἥπατος εἰς αὐτὴν
5. καταῤῥέουσα χολὴ τὸ ἐπιπολάζον ἔσχηκεν, ἧττον δὲ οἷς ὑπέρχεται
6. κάτω· τούτοις μὲν γὰρ ἐρεθίζει τὸ ἔντερον εἰς ἀπόκρισιν,
7. ἐκείνοις δὲ τὸν στόμαχον ἀδικεῖ· διὸ καὶ ὁ Εὔδημος
8. ἑκάστης ἡμέρας διεχώρει δὶς, ἔστι δ᾿ ὅτε καὶ τρὶς, ὁ δὲ
9. Παῦλος ἐνίοτε οὐδ᾿ ὅλως ἐξέκρινεν. εἰ μὴ γὰρ ἐρεθίζοιτο
10. πρός τινος δάκνοντος ἢ τῷ πλήθει τῆς κόπρου βαρύνοιτο
11. τὰ ἔντερα, προθυμίαν ἐκκρίσεως οὐ λαμβάνει. τούτων δ᾿
12. οὐδέτερον τοῖς παραλείπουσι τὸ ἄριστον· οὔτε γὰρ δάκνονται
13. τὰ ἔντερα, τῆς χολῆς ἐπὶ τὸ στόμα ἐνηνεγμένης, οὐκ
14. ἐκεῖνα δακνούσης καὶ ἀνιώσης· οὔτε βάρος ἐγγίνεται τοῖς
15. μηδὲ ὅλως ἐδηδοκόσι.

Cliquer un n° de page pour en afficher l’image