18. Τὴν δέ γε ἀσιτίην τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω
1. εὐφορώτερον φέρουσι τὸ ἐπίπαν· ὥστε καὶ μονοσιτίην τὴν
2. παρὰ τὸ ἔθος εὐφορώτερον οὗτοι ἂν ἐνέγκοιεν.
4. Ἔμπροσθεν μὲν εἰρήκει τοὺς πικροχόλους τὰ ἄνω δυσφορώτερον
5. φέρειν τὴν μονοσιτίην, νυνὶ δὲ πρὸς τοὺς φλεγματώδεις
6. μεταβὰς ἀντὶ τῆς μονοσιτίας πρότερον ἐμνημόνευσε
7. τῆς ἀσιτίας, ἐκ τοῦ σαφεστέραν ἔχοντος τὴν βλάβην
8. τὴν μετάβασιν ἐπὶ τὸ βλάπτον ἧττον ποιησάμενος ἐξ ἀναλογίας.
9. εἰ γὰρ δὴ μᾶλλον μὲν εἰκὸς βλάπτεσθαι τοὺς ὅλην
10. τὴν ἡμέραν ἀσιτήσαντας παρὰ τὸ ἔθος, ἧττον δὲ τοὺς
11. ἐκλείποντας τὸ ἄριστον, εὐφορώτερον δὲ τῶν πικροχόλων οἱ
12. φλεγματώδεις φέρουσι τὴν μονοσιτίαν, εὔδηλον ὡς καὶ τὴν
13. ἀσιτίαν εὐφορώτερον οἴσουσιν. ἡ δὲ αἰτία τοῦ ῥᾷον φέρειν
14. τὴν μονοσιτίαν τοὺς φλεγματώδεις ἐκ τῶν προειρημένων ἐπὶ
15. τοῖς χολώδεσι πρόδηλος. ὁ μὲν γὰρ τῆς χολῆς χυμὸς ἐν
16. ταῖς ἀσιτίαις ἑαυτοῦ γίνεται πικρότερος, ὁ δὲ τοῦ φλέγματος
17. ἐν τῷ χρόνῳ πεπτόμενος γίνεται αἷμα, τῶν χολῶν οὐδετέρας
1. ἐπανελθεῖν εἰς αἵματος. οὐσίαν δυναμένης, ἐπειδὴ τοῦ
2. μὲν αἵματος ἐν αὐτῷ θερμανθέντος ἐπὶ πλέον ἡ ξανθὴ γεννᾶται
3. χολὴ, τούτου δ᾿ αὐτοῦ κατοπτηθέντος ἢ καὶ τοῦ παχέος
4. αἵματος ἡ μέλαινα· τοῦ δὲ φλέγματος ἡ γένεσις ἐν τοῖς
5. φλεγματώδεσιν ἐδέσμασιν ἀεὶ προηγεῖται τοῦ αἵματος καὶ
6. διὰ μέσης τῆς τούτου γενέσεως ἡ εἰς αἷμα μεταβολὴ γίνεται
7. τοῖς σιτίοις. καὶ τοῦτο συμβέβηκεν οὐ μόνον τοῖς μοχθηροτέροις
8. ἐδέσμασιν, ἀλλὰ καὶ τῶν πάνυ δοκούντων ἐνίοις
9. ὑγιεινῶν εἶναι, καθάπερ ἄρτῳ τε καὶ χόνδρῳ καὶ σεμιδάλει.
10. ἐγὼ μὲν οὖν ἐξήγημαι τὴν ἀρίστην εἶναί μοι δοκοῦσαν
11. γραφήν· αὐτό τε γὰρ καθ᾿ αὑτὸ τὸ ἐν αὐτῇ διδασκόμενον
12. ἀληθές ἐστι καὶ τοῖς προηγουμένοις ἀκόλουθον, οἵπερ
13. εἰσὶ σκοποὶ τῆς ἀρίστης ἐξηγήσεως· οὐ μὴν ἐν ἅπασί
14. γε τοῖς ἀντιγράφοις εὑρήσεις τὴν τοιαύτην γραφὴν, ἀλλ᾿
15. ἐναντίως μὲν καὶ ἀλλήλοις, ἑτέρως δὲ ἐν ἅπασι σχεδόν τι
16. τοῖς βιβλίοις ἐστὶν εὑρεῖν ἐγγεγραμμένην τὴν ῥῆσιν ταύτην
17. καὶ ψευδοῦς γιγνομένου τοῦ λόγου καὶ τοῖς προειρημένοις
18. οὐδεμίαν ἀκολουθίαν σώζοντος.