2. Ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημεῖον ὅτι αἱ μέγισται μεταβολαὶ
3. τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας συμβαινόντων
4. μάλιστα νοσοποιέουσιν.
6. Πολλὰ μὲν οὖν σημαίνει παρ᾿ αὐτῷ τὸ τῆς φύσεως
7. ὄνομα, νῦν μέντοι τὴν κρᾶσιν ἄν τις ὑπολάβοι δηλοῦσθαι,
8. καθάπερ γὲ καὶ τὴν αὐτῶν τῶν μορίων κατασκευὴν ἕξιν
9. ὠνομάσθαι νῦν, ἐν ᾗ κατασκευῇ καὶ τὸ ἐπιπολάζειν ἄνω
10. τὴν χολήν ἐστι καὶ ὑποχωρεῖν κάτω καὶ τὸ κρεμάμενα μᾶλλον
11. ἔχειν ἢ ἐστηριγμένα τὰ σπλάγχνα. μεγάλη μὲν γὰρ οὖσα
12. φύσει ἡ γαστὴρ στηρίζει τὰ σπλάγχνα, κᾂν κενὴ ἡ γαστὴρ
13. σιτίων ᾖ· σμικρὰ δ᾿ ὑπάρχουσα σιτίων μὲν πληρωθεῖσα
14. στηρίζει, κενωθεῖσα δὲ καταλείπει συνιζάνουσα, κᾀντεῦθεν
15. αἴσθησις αὐτοῖς γίγνεται τοῦ κρεμᾶσθαι τὰ σπλάγχνα.
16. περὶ δὲ τοῦ τὴν ξανθὴν χολὴν ἐπιπολάζειν τισὶν ἄνωθεν
17. πρόσθεν εἴρηται, τοῦ καταφέροντος αὐτὴν εἰς τὴν τῆς γαστρὸς
18. ἔκφυσιν ἐξ ἥπατος πόρου διαφέρουσαν ἴσχοντος τὴν
1. κατασκευήν. ἔσθ᾿ ὅτε γάρ τισιν ἀπ᾿ αὐτοῦ εἰς τὴν γαστέρα
2. παραγίνεται μόριον· τούτοις μὲν οὖν ἐπιπολάζει τὸ χολῶδες
3. περίττωμα, τοῖς δ᾿ ἄλλοις ὑπέρχεται κάτω πᾶν.