6. Οὐδὲ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδροτάτας κενεαγγείας
7. ποιέειν οὔτε ἀκμαζόντων τῶν νουσημάτων καὶ ἐν φλεγμασίῃ
8. ἐόντων προσφέρειν, οὔτ᾿ ἐξαπίνης οἷόν τε ὅλῳ τῷ
9. πρήγματι μεταβάλλειν, οὔτε ἐπὶ τὰ οὔτ᾿ ἐπὶ τά.
11. Ἀτάκτως ἡ ῥῆσις αὕτη γέγραπται, συνῆφθαι γὰρ αὐτὴν
12. ἐχρῆν τῇ πρὸ αὐτῆς γεγραμμένῃ, ἵνα ὁ σύμπας λόγος
13. γένηται τοιοῦτος· αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον
14. δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω· τὴν δέ γε
15. ἀσιτίαν τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον
16. φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην
17. τήν γε παρὰ τὸ ἔθος εὐφορώτερον ἂν οὗτοι ἐνέγκαιεν·
1. οὐδὲ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας
2. ποιέειν, οὔτ᾿ ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν φλεγμασίῃ
3. ἐόντων προσφέρειν. συμπληρώσας γὰρ τὸν λόγον ἐν
4. ᾧ τὰς μεγάλας μεταβολὰς τῆς διαίτης ἐδείκνυε καὶ αὐτοὺς
5. τοὺς ὑγιαίνοντας βλαπτούσας, οὐχ ὅπως τοὺς νοσοῦντας εἰκότως
6. ἐπήνεγκεν, οὗ χάριν ἐμνημόνευσεν ἁπάντων τούτων εἰπών·
7. οὐδ᾿ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας
8. ποιέειν. ἀποδεδειγμένου δ᾿ ἱκανῶς αὐτῷ τοῦ προκειμένου
9. καὶ διὰ τῶν εἰρημένων, ὅμως φαίνεται μεταβαίνων
10. καὶ ἐφ᾿ ἕτερον λόγον ἀποδεικνύντα ταῦτα, ἐκ περιουσίας
11. χρώμενος ταῖς πίστεσιν. ἀρχὴ τοίνυν ἐστὶν εἰκότως τοῦ
12. δευτέρου λόγου τούτου ἡ ῥῆσις ἥδε· ἱκανὸν μὲν οὖν καὶ
13. τοῦτο σημεῖόν ἐστιν, ὅτε αἱ μέγισται μεταβολαὶ τῶν περὶ
14. τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας συμβαινόντων νοσοποιέουσιν·
15. ᾧ λόγῳ συνεχὴς ἂν εἴη καὶ ἀκόλουθος οὗτος· πολλὰ
16. δ᾿ ἄν τίς ἠδελφισμένα τούτοισι τῶν εἰς τὴν κοιλίην καὶ ἄλλα
17. εἴποι. ταύτην μὲν οὖν τὴν ῥῆσιν ἐξηγήσομαι, νυνὶ δὲ
18. ἐπὶ τὴν προκειμένην ἐπανήξω, τήνδε τὴν διάνοιαν ἔχουσαν·
1. οὐχ οἷόν τέ ἐστι παρὰ καιρὸν οὔτε σφόδρα λιμαγχονεῖν οὔτ᾿
2. ἐν ταῖς ἀκμαῖς τῶν νοσημάτων μεταβάλλειν τὴν δίαιταν ἐξ
3. ἐνδείας ἐπὶ προσφορὰν, ὥσπερ οὐδ᾿ ἐπὶ τοὐναντίον ἀθρόως·
4. οἷς ἕπεται δηλονότι τὸ τοιαύτην ποιεῖσθαι τὴν δίαιταν οἵαν
5. οὗτος ἐκέλευσε· κεφάλαιον δὲ αὐτῆς ἐστι πεφυλάχθαι τὰς
6. ἀθρόας μεταβολὰς ἐπὶ τἀναντία.