9. Πολλὰ δ᾿ ἄν τις ἠδελφισμένα τούτοισι τῶν ἐς κοιλίην καὶ
10. ἄλλα εἴποι· ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα ἃ εἰθισμένοι
11. εἰσὶν, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ
12. τὰ ποτά· δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθισμένοι
13. εἰσὶν, ἢν καὶ μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ
14. ποτά.
16. Τὰ ὁμοιούμενα καὶ ὡς ἂν εἴποι τις ἱκανῶς συγγενῆ καλεῖν
17. ἠδελφισμένα σύνηθες αὐτῷ, διότι τῶν συγγενῶν οἰκειότατοί
18. τέ εἰσι καὶ συγγενέστατοι πάντων οἱ ἀδελφοί· καὶ
1. γὰρ αἱ ἄλλαι συγγένειαι τούτων εἰσὶν ὕστεραι, θεῖοί τε καὶ
2. θεῖαι καὶ ἀνεψιοὶ καὶ ἀνεψιαὶ καὶ ἄλλα ὅσα τοιαῦτα. τὰ
3. δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα, δεικνύντος αὐτοῦ τὸν αὐτὸν λόγον,
4. ὃν ἀπ᾿ ἀρχῆς ἐδείκνυε, κεφάλαιον ἔχοντα, μέγιστα μέντοι
5. δύνασθαι τὰ ἔθη, τὴν δ᾿ ἀθρόαν μεταβολὴν οὐ σμικρὰ
6. βλάπτειν τὰ σώματα.