9. Καὶ ὁκόσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα
10. ποιέει ἢ σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα
11. ὁκόσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον
12. ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει
13. τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλ᾿ εἰ καταμάθῃς
14. ὁκόσον μᾶζά τε ὄχλον καὶ ὄγκον καὶ φῦσαν καὶ
15. στρόφον τῇ κοιλίῃ παρέχοι, παρὰ τὸ ἔθος βρωθεῖσα τῷ
16. ἀρτοφαγέειν εἰθισμένῳ, ἢ ὁκοῖον ἄρτος βάρος καὶ τάσιν
17. κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ, ἢ αὐτός γε ὁ ἄρτος
1. θερμὸς βρωθεὶς οἵην δίψην παρέχει καὶ ἐξαπιναίην πληθώρην,
2. διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον· καὶ οἱ ἄγαν
3. καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες
4. διαφέροντα ἀλλήλων ποιέουσι· καὶ μᾶζά τε ξηρὴ παρὰ
5. τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη· καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει
6. τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ
7. ποταίνια εἰωθόσι· καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ
8. ἔθος εἰς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής γε
9. οἶνος καὶ ἄκρητος παρὰ τὸ ἔθος ἐξαπίνης ποθείς· ὁ μὲν
10. γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν
11. τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίαν καὶ
12. δίψην· καὶ λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλοντι,
13. εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν
14. ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα
15. ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι
16. ἐξαπίνης μεταβληθέντα.
1. Τὴν ὅλου τοῦ λόγου τοῦδε διάνοιαν εἰπὼν πρότερον,
2. οὕτως ἐπὶ τὰς κατὰ μέρος ἐν αὐτῇ λέξεις ἀφίξομαι. διάνοια
3. μὲν οὖν ὅλου τοῦ λόγου τοιαύτη τίς ἐστι. τὴν μὲν
4. οὖν εἰς τὰ μεγάλην ἔχοντα δύναμιν ἐδέσματά τε καὶ πόματα,
5. μεταβολὴν τῆς διαίτης οὐκ ἄν τις θαυμάσειε βλάπτουσαν
6. ὁρῶν τὰ σώματα· περὶ δὲ τῆς εἰς τὰ μικρὰ μεταβολῆς
7. οὐδ᾿ αὐτῆς ἀβλαβοῦς γινομένης, εἰκότως ἄν τις θαυμάσειε.
8. τοιαύτη μὲν ἡ τοῦ παντὸς λόγου διάνοια· κατὰ μέρος δὲ
9. τῆς ὅλης ῥήσεως ἡ ἀρχὴ τῶν ἰσχυρὰν δύναμιν ἐχόντων σιτίων
10. ὀνομαστὶ μέμνηται, κρεηφαγίης τε καὶ σκορόδων καὶ
11. σιλφίου καὶ ὀποῦ καὶ καυλοῦ, δηλονότι τοῦ σιλφίου· καὶ
12. γὰρ ὅλον τὸ σίλφιον ἰσχυρὰν ἔχει δύναμιν καὶ κατὰ μέρος
13. ὁ ὀπὸς αὐτοῦ καὶ ὁ καυλός. ἀλλὰ ταῦτα μὲν ἁπλῶς εἶπεν·
14. ἐπὶ δὲ τῆς κρεηφαγίας προσέθηκε καὶ τὸ πολλή· μεγάλην
15. γὰρ οὕτως ἕξει δύναμιν, οὐκ ἔχουσα μεγάλην, εἰ σύμμετρος ᾖ.
16. ἡ δ᾿ ἐφεξῆς τῆσδε λέξις ἐπὶ τὰ σμικρὰν ἔχοντα δύναμιν
17. ἐδέσματα μεταβαίνει, μᾶζαν καὶ ἄρτον θερμὸν ἢ ψυχρὸν ἢ
1. καθαρὸν ἢ συγκομιστόν. ὅτι δὲ τὸν μὴ καθαρὸν ὀνομάζει
2. συγκομιστὸν, εὔδηλόν ἐστι κᾀκ τῆς πρὸς τὸν καθαρὸν ἀντιθέσεως·
3. οἵ γε μὴν νῦν ἄνθρωποι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον
4. ὀνομάζουσιν, οὐ διακρινομένου τοῦ πιτυρώδους ἀλεύρου
5. κατ᾿ αὐτὸν, συναναφυρομένου δὲ τῷ καθαρῷ. τούτοις
6. ἐφεξῆς καὶ τῆς ἐν τοῖς ἀλφίτοις διαφορᾶς ἐμνημόνευσε, τὰ
7. δὲ πρόσφατα ποταίνια κέκληκε τῇ τῶν Ἰώνων φωνῇ καὶ
8. τῇ τῶν παλαιοτέρων· οἰνοποσίας τε καὶ ὑδροποσίας παρὰ
9. τὸ ἔθος ὑπαλλαττομένων, ἀκρατεστέρου καὶ ὑδαρεστέρου πόματος.
10. ἐφ᾿ ὧν καὶ προσέθηκεν ὡς ὁ μὲν ὑδαρὴς οἶνος
11. πλάδον ἐν τῇ ἄνω κοιλίᾳ, τουτέστιν ὑγρότητα, καὶ ἀτονίαν
12. ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δ᾿ ἄκρατος παλμὸν
13. κροτάφων καὶ καρηβαρίαν καὶ δίψος· οὗτος μὲν τῇ θερμότητι
14. ταῦτα ἐργαζόμενος, ὁ δ᾿ ὑδαρὴς τῇ θ᾿ ὑγρότητι καὶ τῇ
15. ψύξει τἀναντία. καὶ τῶν οἴνων δ᾿ αὐτῶν ἐμνημόνευσε τῆς
16. διαφορᾶς, ἐξ ἁπάντων τούτων ἀθροίζων τὸ προκείμενον ἐξ
17. ἀρχῆς αὐτῷ καθόλου, πᾶσαν ἐξάλλαξιν ἔθους ἀθρόως γινομένην
18. οὐ μικρὰν βλάβην κατὰ τὸ σῶμα ἐργάζεσθαι.