Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.35, ed. Kühn, 1828, vol. 15, p. 578-579. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.35


2. Τιμωρητέον μέντοι τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ, ὅτι
3. ἡ μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος
4. τοῦ σώματος οὔτε ἐπὶ τὴν ῥώμην, ὥστε προσθέσθαι
5. δεῖν σιτία, οὔτ᾿ ἐπὶ τὴν ἀῤῥωστίην, ὥστ᾿
6. ἀφαιρεθῆναι.

8. Τὸ μὲν τιμωρητέον δηλωτικόν ἐστι τοῦ βοηθητέον· ἡ
9. βοήθεια δ᾿ οὐκ ἂν ἄλλη τις εἴη τῷ λόγῳ παρὰ τὴν συνηγορίαν
10. ὡς ἀληθεύει. δυοῖν γὰρ τοῖν λόγοιν τοῦ μὲν ἀρέσκοντος
11. αὐτῷ, τοῦ δὲ ἐναντιουμένου τούτῳ, συνηγόρησε μὲν
12. ἄχρι τοῦδε τῷ ἀρέσκοντι, νυνὶ δὲ καὶ πρὸς τὴν θατέρου
13. συνηγορίαν ἐτράπετο, καθ᾿ ὃν εἰκὸς εἶναι φήσειεν ἄν τις
14. ὠφελεῖσθαι τοὺς νοσοῦντας ὑπὸ τῆς ἐν τῇ διαίτῃ μεταβολῆς
15. μεγάλως, ἐπειδὴ καὶ ἡ τοῦ σώματος ὑπήλλακται διάθεσις
16. εἰς τοὐναντίον, οἷς γε πρόσθεν μὲν ὑγίαινε, νυνὶ δὲ νοσεῖ.
17. ἀλλά γε πρὸς τοῦτον τὸν λόγον καὶ ἔμπροσθεν μὲν
18. εἶπεν ἐν τῷ καθόλου· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ
1. ὀλίγον, ὀρθῶς μέντοι γε μεταβιβαστέη καὶ μεταβολή. καὶ
2. τί ποτ᾿ ἐστὶ τὸ ὀρθῶς ἐδήλωσε διὰ πλειόνων, ὃ συγκεφαλαιούμενος
3. εἶπεν· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὐδὲ σφοδρὰς
4. τὰς κενεαγγείας ποιεῖν, οὔτ᾿ ἀκμαζόντων τῶν νοσημάτων καὶ
5. ἐν τῇ φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτ᾿ ἐξαπίνης οἷόν τε
6. ὅλῳ τῷ σώματι μεταβάλλειν, οὔτ᾿ ἐπὶ τὰ οὔτ᾿ ἐπὶ τά. ὥστ᾿
7. ἤδη φθάνει λελυκέναι ἀμφιβολίαν, ἣν εἶπεν ἄρτι συναγορεύων
8. τῷ λόγῳ, προσθήσει δ᾿ αὐτῇ τι καὶ νῦν λέγων· προστεκμαρτέα
9. δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νοσήματος ἑκάστου
10. καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, ἃ κατὰ τὴν ἐφεξῆς ῥῆσιν διηγήσομαι.

Cliquer un n° de page pour en afficher l’image