Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.36, ed. Kühn, 1828, vol. 15, p. 579-584. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.36


13. Προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νουσήματος
14. ἑκάστου καὶ τῆς φύσιος τοῦ τε ἀνθρώπου καὶ τοῦ
15. ἔθεος καὶ τῆς διαίτης τοῦ κάμνοντος, οὐ μόνον σιτίων,
16. ἀλλὰ καὶ ποτῶν.

1. Εἰς τὸ προσηκόντως ἐπὶ τῶν ὀξέως νοσούντων
2. καταστήσασθαι τὴν δίαιταν, ὡς ἐδίδαξε, προστιθέναι κελεύει
3. τήν τε τῆς ἰσχύος ἐπίσκεψιν καὶ τοῦ νοσήματος τὸν τρόπον,
4. ἔτι δὲ τὴν φύσιν τοῦ ἀνθρώπου καὶ τὸ ἔθος αὐτοῦ. τὸ
5. μὲν γὰρ κεφάλαιόν ἐστιν, ὃ κατασκευάζει μὴ μεταβάλλειν
6. τὸ τῆς διαίτης εἶδος, πρὸ τοῦ γενέσθαι σαφῆ τὰ τῆς πέψεως
7. σημεῖα· τοῦτο δὲ ἔσται προγνόντος σου πόσαις ἡμέραις
8. τὸ νόσημα πρὸς τὴν ἀκμὴν ἀφίξεται. δυναμένης δὲ
9. τῆς διαίτης, ἣν ἐξελέγξω, κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον
10. ἐξαλλάττεσθαι, διὰ τὸ καὶ τοὺς κάμνοντας ἀλλήλων διαφέρειν
11. κατά τε ῥώμην καὶ ἀῤῥωστίαν τῆς δυνάμεως καὶ τὴν
12. φυσικὴν κρᾶσιν καὶ τὸν τρόπον τοῦ νοσήματος καὶ τὸ προγεγονὸς
13. ἔθος, εἰς ταῦτα ἀποβλέποντά σε τεχνικῶς ὑπάρξει
14. στοχάζεσθαι τοῦ τε μᾶλλον καὶ ἧττον τοῦ τῆς διαίτης εἴδους,
15. εἰ ἐπ᾿ ὀξυμέλιτος ἢ μελικράτου τὸν κάμνοντα χρὴ
16. διαιτᾷν ἢ ὕδατος μόνου διδόναι πιεῖν ἄχρι τῶν τῆς πέψεως
17. γνωρισμάτων, ἢ πτισάνην δοτέον ἢ μόνον τὸν χυλὸν αὐτῆς,
18. εἴτ᾿ οὖν δὶς εἴτε καὶ ἅπαξ τῆς ἡμέρας. τὸ δὲ μᾶλλόν τε
19. καὶ ἧττον ἐν τῇ διαίτῃ προστεκμαίρεσθαι χρὴ δι᾿ ὧν εἶπε
1. νῦν. οὐ δήπου γὰρ ἐὰν εὕρῃς τὸν κάμνοντα χυλοῦ δεόμενον,
2. ἤδη γινώσκεις ὁπόσον τούτου δοτέον ἐστί· ὡσαύτως δὲ
3. καὶ ἐπ᾿ ὀξυμέλιτός τε καὶ μελικράτου καὶ ὕδατος· ἀλλ᾿
4. ὥσπερ εἰς τὴν εὕρεσιν τοῦ τῆς διαίτης εἴδους ἐδεήθης
5. διαγνῶναι, πότερον ἄῤῥωστος ἢ εὔρωστός ἐστιν ἡ δύναμις
6. τοῦ κάμνοντος, ἐν πόσαις τε τῶν ἡμερῶν ἡ πέψις ἔσται
7. τοῦ νοσήματος, οὕτω καὶ νῦν προσεπισκεπτέον μέχρι πόσου
8. τὰ τῆς ἰσχύος ἢ τὰ τῆς ἀσθενείας αὐτῇ συμβέβηκε· παμπόλλη
9. γὰρ ἡ διαφορὰ καὶ κατ᾿ αὐτὴν τὴν ἰσχὺν τῆς δυνάμεως,
10. ἐπεὶ καὶ κατὰ τὴν ἀσθένειαν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον.
11. οὕτως δὲ καὶ ἡ τοῦ νοσήματος διαφορὰ προστεκμαρτέα·
12. χρὴ γὰρ οὐ μόνον ὅτι πλευρῖτις ἤ περιπνευμονία γινώσκειν,
13. ἀλλὰ καὶ ποία τίς ἐστιν αὕτη, κατά τε τὰς ὀδύνας καὶ τοὺς
14. πυρετοὺς καὶ τὰ πτυόμενα. καὶ γὰρ τῶν ὀδυνηρῶν πλευριτίδων
15. αἱ μὲν μᾶλλον, αἱ δὲ ἧττόν εἰσι τοιαῦται, καὶ τὸν
16. σφοδρὸν πυρετὸν ἧττόν τε καὶ μᾶλλον ἔχουσι τοιοῦτον αἱ
17. κατὰ μέρος πλευρίτιδες. ἐν δὲ τοῖς πτυομένοις οὐ σμικρὰ
18. διαφορὰ, καθότι κᾀν τῷ προγνωστικῷ λέλεκται. ποικιλλομένων
1. οὖν τῶν κατὰ μέρος ἀῤῥώστων ἐν ταῖς εἰρημέναις
2. διαφοραῖς οὐχ οἷόν τε κατὰ τὰς τῶν ἐμπειρικῶν ὀνομαζομένας
3. συνδρομὰς ποιήσασθαι τὴν διδασκαλίαν· οὐδὲ γὰρ
4. οὐδὲ γράψαι δυνατόν ἐστι τὰς διαφορὰς τῶν κατὰ δύναμιν
5. ὑπεροχῶν, ἢ τὰς τῶν σφοδροτήτων τοῦ πυρετοῦ καὶ τὸ ποσὸν
6. ἐν τοῖς πτύσμασι καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς
7. κατὰ μέρος χρώμασιν ἢ ἀνομοιοτρόποις ἀναγωγαῖς, ἀλλ᾿ ἑκάστου
8. πράγματος ἀκηκοότα τὴν δύναμιν, ἰδίᾳ καὶ κατὰ μέρος
9. αὐτὸν χρὴ παραβάλλειν γε πάσας ἀλλήλαις, ἀθροίζειν δέ
10. τι κεφάλαιον ἓν ἐξ αὐτῶν. ἐν τούτῳ γάρ ἐστι καὶ τὸ βελτίονας
11. καὶ χείρονας γίγνεσθαι τοὺς ἰατροὺς, εἰ καὶ τὰ αὐτὰ
12. μεμαθηκότες εἶεν· οἱ γὰρ ὀξύτεροι τὸν λογισμὸν τῶν
13. ἀμβλυτέρων, οἵ τε φιλοπονώτεροι τῶν ῥαθυμωτέρων, οἵ τε
14. τριβακώτεροι τῶν ἀπειροτέρων, οἵ τε μνημονικώτεροι τῶν
15. ἀμνημονεστέρων. ἄμεινον οὖν ἐκ τῆς τῶν κατὰ μέρος πάντων
16. δυνάμεως ἀθροίζειν εἰς ἓν κεφάλαιον ὅλον τὸ σχῆμα
17. καὶ τὸ καθ᾿ ἑκάστην τροφὴν ποσόν. ἡ μὲν γὰρ ἀσθένεια
18. πλεονάκις μὲν, ἀλλὰ κατ᾿ ὀλίγον διδόναι τὴν τροφὴν ἐνδείκνυται·
1. συνεπιμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ δὶς ἐσθίειν εἰθίσθαι
2. τὸν κάμνοντα. τοὐναντίον δὲ πάλιν ἡ ῥώμη τῆς δυνάμεως
3. ἐὰν ἐπ᾿ ἀνθρώπου μονοσιτεῖν εἰθισμένου φαίνηται,
4. θρεπτέον ἅπαξ τοῦτον· ἐνδείκνυται δὲ ἄμφω τὰ τεκμήρια.
5. οὕτω δὲ καὶ τὸ μὲν εὐδιαφόρητον σῶμα πρὸς τὸ διδόναι
6. τροφὴν παρορμᾷ, τὸ δὲ δυσδιαφόρητον ἐπὶ τἀναντία
7. ἄγει· καὶ τὸ μὲν λεπτοὺς ἔχον τοὺς χυμοὺς ἐπὶ τὸ διδόναι
8. τροφὴν, τὸ δὲ μὴ τοιοῦτον ἐπὶ τἀναντία· καθ᾿ ἕκαστόν τε
9. τῶν εἰρημένων τὸ μᾶλλόν τε καὶ ἧττον ἀνάλογον ἑαυτῷ καὶ
10. τὴν τοῦ βοηθήματος χρῆσιν αὐξάνει τε καὶ ἀνίησι. λέλεκται
11. δὲ περὶ τῶν τοιούτων ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου
12. πραγματείᾳ πάνθ᾿ ἑξῆς κατὰ τάξιν, ὡς μαθεῖν τε δύνασθαι
13. τάχιστα καὶ μνημονεῦσαι ῥᾷστα· δι᾿ ἑνὸς γὰρ βιβλίου
14. τοῦ νῦν ἡμῖν προκειμένου πάντα καλῶς εἰπεῖν τὸν
15. Ἱπποκράτην καὶ κατὰ τάξιν διδάξαι τῶν ἀδυνάτων ἦν καὶ
16. μάλιστα αὐτοῦ πρώτου τὴν εὕρεσιν αὐτῶν ποιουμένου· τῷ
17. δὲ παρ᾿ αὐτοῦ μὲν αὐτὰ μαθόντι διεστραμμένως τε καὶ
18. ἀτάκτως, ὅλον τε τὸν ἑαυτοῦ βίον ἀναθέντι πρὸς τὴν ἐξ
1. ἔργων ἄσκησιν διδαχθεῖσαν οὐκ ἀδύνατον καὶ σαφήνειαν
2. καὶ τάξιν τῇ διδασκαλίᾳ προσθεῖναι· ἐὰν δὲ καὶ διὰ
3. πλειόνων βιβλίων ὑπάρξῃ τοῦτο πρᾶξαι, δῆλόν ἐστι πόση
4. γίγνεται τῆς σαφηνείας τῶν διδασκομένων ὑπερβολή. μὴ
5. τοίνυν ἀθυμείτω τις ἐὰν ἐντεῦθεν συγχεῖται περικλυζόμενος
6. ἀθρόως τῷ πλήθει τῶν σκοπῶν· ἀλλ᾿ ἐννοήσας ὅτι κατὰ
7. μέρος ἕκαστον τούτων δέδεικται πρὸς ἡμῶν ἐν τῇ θεραπευτικῇ
8. πραγματείᾳ, μεταβὰς ἐπ᾿ ἐκείνην ἐκμαθέτω φιλοπόνως
9. ἕκαστον, αὐτά τε τὰ νῦν ἀτάκτως λεγόμενα σαφῶς εἴσεται
10. καὶ τὴν θεωρίαν ἐν τοῖς τῆς τέχνης ἔργοις ἀσκῶν,
11. ἐπαινέσει τὴν ἀλήθειαν αὐτῆς.

Cliquer un n° de page pour en afficher l’image