13. Ἐν ὁκοίοισιν δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται.
15. Δῆλός ἐστι προῃρημένος μετὰ τὸ διδάξαι τὴν καθόλου
16. δίαιταν ἐν τῷδε τῷ βιβλίῳ, μεταβῆναι πρὸς τὰ ἄλλα
17. σύμπαντα τὰ ὀξέα· οὐ μὴν εὑρίσκεταί γε τοιοῦτον τοῦτο
18. σύγγραμμα. τὰ δὲ προκείμενα ἐν τούτῳ τῷ βιβλίῳ μετὰ
1. τὸ λουτρὸν, εἰ μὲν ὡς ἐν τύπῳ τις ὑπ᾿ αὐτοῦ γεγραμμένα,
2. ταῦτα παρασκευάσαντος εἰς ἀνάμνησιν ἑαυτῷ, εὑρὼν ἐπὶ
3. τῆς οἰκίας ἐξέδωκε μετὰ θάνατον τοῦ ἀνδρὸς, ἴσως ἄν τινα
4. λόγον ἔχοι· ὡς σύγγραμμα δ᾿ οὐκ ἔστιν ἄξιον τῆς Ἱπποκράτους
5. δυνάμεως· ὥσπερ οὐδὲ τὰ περὶ νόσων τε καὶ περὶ
6. παθῶν ἐπιγραφόμενα, καίτοι πολλὰ καλῶς ἐν αὐτοῖς εἴρηται·
7. διοριούμεθα δὲ τὸ αὐτὸ καὶ διακρινοῦμεν ἐν ταῖς εἰς αὐτὰ
8. γεγραμμέναις ἐξηγήσεσι.