11. Πολλὰ δ᾿ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι
12. γράφοι.
14. Πάλιν ἐπὶ τὸν αὐτὸν λόγον ἐπανῆλθεν, ὃν διὰ πολλῶν
15. παραδειγμάτων ἐπιστώσατο, δεικνὺς τὴν τοῦ ἔθους μεταβολὴν
16. βλάπτειν τοὺς νοσοῦντας· ἀλλ᾿ ἐπειδήπερ ἀπὸ τῶν ὑγιαινόντων
17. μετέβαινεν ἐπ᾿ αὐτοὺς, διὰ τοῦτ᾿ εἶπεν ἠδελφισμένα
18. τὰ ὅμοια καλῶν. ὃ δὲ ἐφεξῆς ἐρεῖν μέλλει, μαρτύριόν ἐστι
1. τοῦ λόγου τούτου· καίτοι οὐκ ἔστι παραπλήσιον, οὐδ᾿ ὅμοιον
2. οὐδ᾿ ὡς αὐτὸς ὀνομάσειεν ἂν, ἠδελφισμένον, ἀλλὰ τὸ ζητούμενον
3. αὐτό. σαφὴς δ᾿ ἡ γνώμη τοῦ ἀνδρὸς ἔσται σοι κατὰ
4. τὴν ἐξήγησιν τῆς ἐχομένης ῥήσεως.