18. Ἀγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς μέγας, ἐξ ὕδατος θερμοῦ
1. ἐκπεπιεσμένος προστίθεσθαι. περιστέγειν δὲ ἱματίῳ τὴν
2. θάλψιν χρή· πλείω τε γὰρ χρόνον ἂν διαρκέσει καὶ παραμενεῖ,
3. καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ
4. κάμνοντος φέρηται, ἢν μὴ ἄρα δοκέῃ καὶ τοῦτο
5. χρήσιμον πρός τι εἷναι· ἔστι γὰρ ὅτε δεῖ πρός τι.
7. Τὰ μὲν ἄλλα τῆς ῥήσεως δῆλα, περὶ δὲ τῆς ἀτμίδος
8. εἰπεῖν χρὴ, πολὺ τὸ ἀσῶδες καὶ ἀνιαρὸν ἐχούσης, παροξυνούσης
9. τε τὴν δύσπνοιαν αὐξήσει τῆς θερμασίας καὶ τὴν
10. κατὰ τὸν πνεύμονα στενοχωρίαν, ἣν ἐκ τῆς ὑγρᾶς ἀτμίδος
11. πληρούμενος ἴσχει. μόναις οὖν ταῖς ξηραῖς καὶ ἀπτύστοις
12. πλευρίτισιν ἐπιτήδειός ἐστιν ἡ τῆς ἀτμίδος εἰσπνοὴ πλέον
13. ἔχουσα τοῦ βλαβεροῦ τὸ ὠφέλιμον. ἐνταῦθα μὲν οὖν ἐπιγέγραπται
14. τὸ πρῶτον εἶδος τῆς πυριάσεως, ἐφεξῆς δὲ ἐπὶ τὸ
15. δεύτερον μεταβαίνων ἐρεῖ·