Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.40, ed. Kühn, 1828, vol. 15, p. 588-590. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.40


7. Τό γε μὴν κρέσσον μαρτύριον· οὐ γὰρ ἠδελφισμένον μόνον
8. ἐστὶ τῷ πρήγματι, περὶ οὗ πλεῖστός μοι λόγος εἴρηται,
9. ἀλλ᾿ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον.
10. οἱ μὲν γὰρ ἀρχόμενοι τῶν ὀξέων νούσων ἔστιν ὅτε οἱ
11. μὲν σιτία ἔφαγον αὐθημερὸν, ἠργμένοι ἤδη, οἱ δὲ
12. καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤῥόφεον τὸ προστυχὸν, οἱ
13. δὲ καὶ κυκεῶνα ἐῤῥόφεον· ἅπαντα δὲ ταῦτα κακίω μέν
14. ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη, πολλῷ μέντοι ἐλάσσω
15. βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ τὰ ἁμαρτηθέντα
16. ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ καὶ τρεῖς κενεαγγήσειε
17. τελείως, τεταρταῖος δὲ ὢν τοιάδε διαιτηθείη ἢ καὶ
1. πεμπταῖος. ἔτι μέντοι κάκιον εἰ ταύτας πάσας τὰς ἡμέρας
2. προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω
3. διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νοῦσον· οὕτω
4. μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ
5. παντάπασί τις εὐήθης ἡ νοῦσος εἴη· αἱ δὲ κατ᾿ ἀρχὰς
6. ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ
7. πολλῷ εὐακεστότεραι.

9. Ἔμπροσθεν μὲν ἀπὸ τῶν τοῖς ὑγιαίνουσι συμβαινόντων
10. ἐν τῇ μεταβολῇ τῶν ἐθῶν ἐπὶ τοὺς νοσοῦντας μετῄει
11. καθ᾿ ὁμοιότητα· μεταβήσεσθαι δὲ μέλλει καὶ νῦν καὶ αὐτὸ
12. δείξειν ἄντικρυς οὕτως ἔχειν τὸ προκείμενον. τί δ᾿ ἦν τοῦτο;
13. τὸ μὴ ἐξ ἀρχῆς, μηδ᾿ ἐν ταῖς πρώταις ἡμέραις προταριχεύσαντα
14. τοὺς νοσοῦντας, ὅταν ἤδη πλησίον ἥκωσι τῆς
15. ἀκμῆς ἐμπιπλάναι. δι᾿ ὧν οὖν εἶπε καθ᾿ ὅλην τὴν ῥῆσιν,
16. ἐπιδεῖξαι βούλεται μείζονα γιγνομένην βλάβην τοῖς νοσοῦσιν
17. ἐπὶ τοῖς αὐτοῖς ἁμαρτήμασιν, ὅταν ἐγγὺς ἤδη τῆς ἀκμῆς
18. ἁμαρτηθῇ ἢ ἐν ταῖς ἀρχαῖς τῶν νοσημάτων. φησὶ γάρ·
1. πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ
2. τὰ ἁμαρτηθέντα ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο
3. ἢ καὶ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ὢν τοιάδε
4. διαιτηθείη ἢ καὶ πεμπταῖος· ἔτι μέντοι κάκιον εἰ ταύτας
5. πάσας τὰς ἡμέρας προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν
6. οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νόσον.
7. εὔδηλον δ᾿ ὅτι πέπειρον ὀνομάζει τὴν πεπεμμένην.
8. εὐήθεις δὲ νόσους εἴρηκεν οὐ τὰς κακοήθεις, ἀλλὰ τὰς εὐτρέπτους·
9. ἴσμεν γὰρ ὅτι οὕτως κέχρηνται τῇ λέξει πολλοὶ
10. τῶν παλαιῶν, καὶ οὕτως ὁ Ἱπποκράτης πολλάκις, ὡς ἐν ἑτέροις
11. δέδεικται.

Cliquer un n° de page pour en afficher l’image