14. Τοῦτ᾿ οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι
15. αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος ἢ τοίου ἢ τοίου, τοῖσι
16. μέλλουσιν ὀλίγον ὕστερον ῥοφήμασιν ἢ τοίοις ἢ τοίοις
17. χρέεσθαι.
1. Κᾀνταῦθα τὸν αὐτὸν λόγον πάλιν εἶπεν, ὃν πολλάκις
2. ἔμπροσθεν ἀπεφήνατο, τρέφειν ἐξ ἀρχῆς κελεύων τοὺς μὴ
3. δυναμένους ῥοφήμασιν ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς ἄνευ τοῦ
4. λαβεῖν τῆς πτισάνης· ξυμβήσεται γὰρ ἡμῖν ἀναγκασθῆναι
5. τρέφειν αὐτοὺς ἐγγὺς τῆς ἀκμῆς, ὁπότε ἐχρῆν, εἰ καὶ ἔμπροσθεν
6. ἁδρότερον διῃτῶντο, μεταβαίνειν πρὸς τὸ λεπτότερον
7. εἶδος τῆς διαίτης.