17. Καὶ ὡς ἐπιτοπολὺ ἀπάρτι, ἐνίοτε δὲ ἐν τοῖσι τοιούτοισι
18. καιροῖσι μεταβάλλουσιν ἐς τὰ ῥοφήματα ἐκ τῆς κενεαγγείης,
1. ἐν οἷς πολλάκις ἀρήγει ἐκ τῶν ῥοφημάτων πλησιάζειν τῇ
2. κενεαγγείῃ, ἢν οὕτως τύχῃ παροξυνομένη ἡ νοῦσος.
4. Τὸ ἀπάρτι καὶ παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ἐπὶ
5. τοῦ ἀπηρτισμένως εἴρηται καὶ παρ᾿ αὐτῷ τῷ Ἱπποκράτει.
6. καὶ νῦν οὖν αὐτῷ κέχρηται βουλόμενος δηλοῦν ἐν ἐκείνῳ
7. μάλιστα τῷ καιρῷ τοὺς ἰατροὺς μεταβάλλειν τὴν δίαιταν
8. ἐκ τῆς ἀσιτίας εἰς τὰ ῥοφήματα, ἐν ᾧ συμφέρει πλησιάζειν
9. τῇ ἀσιτίᾳ· σαφέστατα κᾀνταῦθα δηλῶν, ὁκόταν ἀκμάζῃ τὸ
10. νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.