Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.44, ed. Kühn, 1828, vol. 15, p. 593-602. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.44


13. Ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπό τε κεφαλῆς καὶ τοῦ
14. περὶ θώρακος τόπου χολώδεα, ἀγρυπνίαι τε συμπίπτουσιν
15. αὐτέοισι, δι᾿ ἃς οὐ πέσσεται ἡ νοῦσος, περίλυποί
16. τε καὶ πικροὶ γίγνονται καὶ παραφρονέουσι καὶ μαρμαρυγώδεα
17. σφέων τὰ ὄμματα καὶ αἱ ἀκοαὶ ἤχου μεσταὶ καὶ
18. ἀκρωτήρια κατεψυγμένα καὶ οὖρα ἄπεπτα καὶ πτύσματα
1. λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ
2. καὶ ἱδρῶτες περὶ τὸν τράχηλον καὶ διαπορήματα καὶ πνεῦμα
3. προσπταῖον ἐν τῇ ἄνω φορῇ, πυκνὸν ἢ μέγα λίην·
4. ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ καὶ
5. τῶν ἱματίων ἀποῤῥίψιες ἀπὸ τοῦ στήθεος καὶ χεῖρες τρομώδεες,
6. ἐνίοτε δὲ χεῖλος τὸ κάτω σείεται.

8. Ταῦτα πάντα συμβαίνειν φησὶ τοῖς κακῶς διαιτηθεῖσίν
9. ὑπὸ τῶν ἰατρῶν, ὅσοι προταριχεύσαντες ἐν ταῖς πρώταις
10. ἡμέραις τοὺς κάμνοντας ἤτοι κατὰ τὴν γ΄ ἢ δ΄ ἢ ε΄ ἢ
11. τὴν στ΄, ἐπὶ σιτία μετέβησαν ἀθρόως, οὐδέπω τῆς ἀκμῆς
12. τοῦ νοσήματος γεγονυίας, ὡς εἰ γέγονε, προσηκόντως αὐτοὺς
13. ὑπηλλαχέναι φησὶ τὴν δίαιταν. ὅπερ οὖν ἔλεγεν ὅτι μεταβάλλειν
14. μὲν δεῖ τὴν δίαιταν τῶν ὑγιαινόντων ἐν ταῖς νούσοις,
15. οὐ μὴν ὡς ἔτυχέ γε τοῦτο ποιητέον, ἤδη νομίζω γέγονε
16. σαφὲς ἐκ τῶν προειρημένων. οὔσης γὰρ καταστάσεως
17. τοῦ σώματος μιᾶς μὲν τῆς ὑγιεινῆς, ἑτέρας δὲ τῆς ἐν
18. ἀρχῇ τοῦ νοσήματος ἄχρι τῆς ἀκμῆς, εἶτ᾿ ἄλλης ἄχρι τῆς
1. παντελοῦς λύσεως καὶ μετ᾿ αὐνὴν τῆς ἀναλήψεως ἄχρι τῆς
2. καθ᾿ ἕξιν ὑγείας, ἐν ἑκάστῃ τῶν τεττάρων καταστάσεων οὐ
3. χρὴ ποιεῖσθαι ·μεγάλας μεταβολὰς τῆς διαίτης, πρὶν εἰς
4. ἕτερον εἶδος ἀφικέσθαι καταστάσεως. οἱ τοίνυν τοὺς κάμνοντας
5. ἐν ἀρχῇ τῶν νοσημάτων ἐν ἀσιτίᾳ παντελεῖ φυλάττοντες,
6. εἰ μὲν ἄχρι τῆς ἀκμῆς δύναιντο διαφυλάξαι τὸ
7. τοιοῦτον τῆς διαίτης εἶδος, οὐκ ἄν τις αὐτοῖς μέμψαιτο·
8. μὴ δυνάμενοι δὲ πρᾶξαι τοῦτο διὰ τὸ καταλύεσθαι μεταξὺ
9. τὴν δύναμιν τῶν νοσούντων, εὔδηλον ὅτι κακῶς ἐχρῶντο
10. ταῖς ἀσιτίαις, προταριχεύσαντες τοὺς κάμνοντας. ἐνδείκνυται
11. δὲ ἐναργῶς διὰ τῆσδε τῆς προσηγορίας τὴν ἀκαιρίαν
12. τῆς ἀσιτίας καταξηραίνουσαν τὸ σῶμα περαιτέρω τοῦ προσήκοντος·
13. ὅπου γὰρ ἐν ᾧ χρὴ καιρῷ λεπτότερον διαιτᾷν,
14. ἐγγὺς οὔσης τῆς ἀκμῆς, ἐν τούτῳ προσφέρειν ἠναγκάσθησαν
15. σιτία, πρόδηλόν ἐστι κατεξηράνθαι διὰ τῆς ἀσιτίας
16. ἀμέτρως τοὺς κάμνοντας, ὅπερ ὠνόμασται ταριχεύεσθαι.
17. διὰ τοῦτ᾿ οὖν φησιν ἕπεσθαι συμπτώματα τῷ τοιούτῳ τρόπῳ
18. τῆς διαίτης πολλὰ καὶ μοχθηρὰ, καταλέγει δὲ ἐφεξῆς
19. αὐτὰ πάντα τὴν ἀρχὴν ἀπὸ χολωδῶν ὠμῶν ποιησάμενος·
1. ὠνόμασε γὰρ οὕτως αὐτὰ, διότι καὶ τὴν τῶν περιττωμάτων
2. ὀνομάζει πέψιν, εἰ καὶ μὴ δυνατὸν μεταβληθέντα θρέψαι
3. τὸ σῶμα, καθάπερ αἱ χολαὶ καὶ οἱ ἰχῶρες· ἀλλ᾿ ὅμως ἐπειδὴ
4. κρατεῖ καὶ τῶν τοιούτων ἡ φύσις, εἴωθεν ὀνομάζειν πεπεμμένα
5. μὲν τὰ κρατηθέντα τῶν τοιούτων περιττωμάτων
6. ὑπὸ τῆς φύσεως, ἄπεπτα δὲ τὰ μὴ κρατηθέντα. διὰ τοῦτο
7. καὶ τὸ πῦον ἐπὶ ταῖς πεπτομέναις φλεγμοναῖς γίγνεσθαί φησι,
8. καίτοι μηδενὸς μορίου τὴν ἐκ πύου θρέψιν ἀναλαμβάνοντος
9. ὥσπερ τὴν ἐκ τῶν ὠμῶν ὀνομαζομένων χυμῶν καὶ τοῦ φλέγματος.
10. ἅπερ ἀναδεξάμενα τὸ λεῖπον τῆς κατεργασίας καὶ
11. πεφθέντα τελείως τρέφειν δύναται τὸ ζῶον. οὕτως οὖν καὶ
12. τῶν χολωδῶν πέψις χυμῶν ἐστιν, ὥσπερ καὶ τοῦ κατὰ
13. φλεγμονὴν αἵματος εἰς πῦον μεταβάλλοντος, κατὰ τὸ γενικώτερον
14. σημαινόμενον τῆς πέψεος ἀκουόντων ἡμῶν τῆς προσηγορίας·
15. γενικώτερον δ᾿ ἐστὶν, ὅταν ἡ φύσις τῶν αἰτίων ἰσχυροτέρα
16. ᾖ καὶ μεταβάλλῃ αὐτὰ κατὰ τὴν ἑαυτῆς ἰσχύν· τὰ δ᾿ ὡς ἐν
17. ἀψύχῳ σώματι σηπόμενα, μηδὲν συντελούσης αὐτοῖς τῆς
18. ἐμφύτου θερμότητος εἰς τὴν ἀλλοίωσιν, ἐκπέπτωκε
19. τοῦ πέττεσθαι. τοῦτ᾿ οὖν ἐνίοτε καὶ τοῖς ὑδατώδεσιν ἰχῶρσι
1. συμβαίνει δι᾿ οὔρων ἐκκενουμένοις καὶ διὰ τοῦτο καὶ οὖρα
2. τὰ ἄπεπτα πέττεσθαί φαμεν, καί τοι μὴ δυναμένου τοῦ σώματος
3. ἐκ τῶν πεπεμμένων οὔρων τρέφεσθαι. τῷ δὲ γενικῷ
4. τούτῳ σημαινομένῳ τῆς πέψεως χρώμεθα, ἐπειδὰν κατάῤῥουν,
5. ἢ κόρυζαν ἢ τοὺς ἐκ τούτων ῥέοντας ἰχῶρας ἢ τοὺς
6. ἐν ταῖς ὀφθαλμίαις ἤτοι γε ἀπέπτους ἢ πεπεμμένους εἶναι
7. λέγωμεν. οὕτως γοῦν καὶ χολὴν ἢ ὠμὴν ἢ ἄπεπτον ἢ πεπεμμένην
8. εἶναί φαμεν. ἡ μὲν γὰρ ὠμὴ ξανθή τέ ἐστιν
9. ἱκανῶς καὶ δριμεῖα καὶ δυσώδης, ἡ πεπεμμένη δὲ ὠχροτέρα
10. τε καὶ ἥκιστα δυσώδης. ἄπεπτον οὖν χολήν φησιν
11. εἰς γαστέρα συῤῥεῖν ἀναγκάζεσθαι, διὰ τὴν κακήν τε
12. δίαιταν ἔκ τε τῆς κεφαλῆς καὶ τοῦ θώρακος ἑλκομένην· καθ᾿
13. ἕτερον μὲν καιρὸν, ἐν ᾧ λιμαγχονοῦσιν, οὐδενὶ χρηστῷ παραμυθούμενοι
14. τὴν γαστέρα, καθ᾿ ἕτερον δὲ καιρὸν, καθ᾿ ὃν
15. ἀκαίρως μεταβαίνουσιν ἐκ τῆς ἀσιτίας εἰς ἰσχυρὰ σιτία
16. πλησίον τῆς ἀκμῆς. ἐφεξῆς δὲ καὶ ἄλλα συμπτώματα καταλέγει
17. διὰ τὴν μοχθηρὰν δίαιταν γινόμενα· πρώτας μὲν
18. τὰς ἀγρυπνίας, ἑπομένας δηλονότι ἀσιτίαις μακραῖς καὶ τροφαῖς
1. ἀκαίροις, ἅπερ ἀμφότερα μέμφεται τῆς διαίτης τῶν
2. ἰατρῶν. ὅτι δὲ ταῖς ἀγρυπνίαις ἡ ἀπεψία τοῦ νοσήματος
3. ἕπεται πρόδηλον, εἴ γε καὶ τοῖς ὕπνοις ἡ πέψις. ἀλλὰ καὶ
4. περίλυποι, φησὶ, γίγνονται· κατ᾿ ἀμφότερα δηλονότι, τήν τε
5. μακρὰν ἀσιτίαν καὶ τὴν ἰσχυρὰν τροφὴν τὴν ἐξαίφνης, ὑφ᾿
6. ἧς ἡ γαστὴρ βαρύνεται, βαρυνομένη δὲ καὶ δυσθύμους τε
7. καὶ λυπηροὺς ἀπεργάζεται τοὺς κάμνοντας. ἀλλὰ καὶ πικροὺς
8. αὐτοὺς ἔφη γίγνεσθαι, δηλονότι παραπλήσιόν τι τῷ
9. προειρημένῳ. καθάπερ γὰρ ἔνιοι δυσθυμοῦνται μελαγχολικῶς,
10. οὕτως ἕτεροί τινες ὀξυθυμοῦνται πολλάκις, ὡς ἀθροιζομένης
11. αὐτῆς τῆς χολῆς κατὰ τὸν στόμαχον· ἢ καὶ τὴν ἐν
12. τῷ στόματι γιγνομένην αὐτοῖς ἐκ τῆς τοιαύτης χολῆς πικρότητα
13. δηλοῖ, διὰ τὸ φάναι πικροὺς αὐτοὺς γίγνεσθαι. αἱ
14. παραφροσύναι δὲ καὶ ἐπὶ ταῖς ὀξυθυμίαις καὶ τῇ πικρᾷ χολῇ
15. κατὰ τὸν στόμαχον ἢ τὸν ἐγκέφαλον ἀθροιζομένῃ πεφύκασιν
16. ἕπεσθαι. τὰ δ᾿ ὄμματα μαρμαρυγώδη γίγνεται, διά
17. τε τὴν ἀπὸ τῆς γαστρὸς ἀναθυμίασιν καὶ διὰ πλῆθος αἵματος
18. ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου. τούτων δὲ τὸ μὲν πρότερον
19. ἐπ᾿ ἀκαίροις ἐνίοτε γίγνεται προσφοραῖς τῆς τροφῆς,
1. τὸ δὲ δεύτερον ἢ δι᾿ αἱμοῤῥαγίαν κρίσιμον, ἢ παραφροσύνην
2. ἐφεδρεύουσαν. ὡσαύτως δὲ καὶ τὰ ὦτα πληροῦται τοῦ ἤχου
3. διά τε τοὺς ἐκ τῆς γαστρὸς ἀναφερομένους ἀτμοὺς καὶ διὰ
4. πνεῦμα φυσῶδες ἐν αὐτῇ τῇ κεφαλῇ γιγνόμενον. τὰ δ᾿ ἀκρωτήρια
5. τοῦ σώματος, ἅπερ ἐστὶ πόδες τε καὶ χεῖρες, ἴσμεν
6. ἑτοίμως καταψυχόμενα κακοπαθοῦντος τοῦ στόματος τῆς
7. γαστρὸς, ὅταν ἤτοι διὰ μακρὰν ἀσιτίαν δάκνηται σφοδρῶς
8. ὑπὸ δακνωδῶν ἰχώρων, ἢ διὰ πλῆθος ἄκαιρον τροφῆς βαρύνηται.
9. πάσχει δ᾿ ἀμφότερα κατὰ τὴν προειρημένην δίαιταν,
10. ἐν ᾗ προταριχεύσαντες ἐν ταῖς πρώταις ἡμέραις τοὺς
11. κάμνοντας οἱ ἰατροὶ μεταβαίνουσιν ἀθρόως ἐπὶ σιτώδεις
12. τροφὰς, ἐν ᾧ καιρῷ ἐχρῆν αὐτοὺς λεπτότερον διαιτᾷν. κατὰ
13. δὲ τὸν αὐτὸν λόγον οὐδ᾿ οὖρα πέττεται, διαιτωμένων οὕτως·
14. ἐν μὲν τῷ προταριχεύειν ἄνευ τοῦ προσφέρειν ἢ χυλὸν πτισάνης
15. ἢ μελίκρατον ἢ ὀξύμελι τοῦ αἵματος ἐπιχολουμένου
16. διὰ τὸ μὴ καθαίρεσθαι· διὰ δὲ τὴν ἀθρόαν μεταβολὴν ἐπὶ
17. σιτία βαρυνθείσης μὲν τῆς γαστρὸς, συγκαμνούσης δ᾿ αὐτῇ
18. καὶ τῆς ζωτικῆς δυνάμεως· ὡς αἱ στομαχικαὶ καλούμεναι
1. συγκοπαὶ σαφῶς ἡμῖν ἐνδείκνυνται τὴν συμπάθειαν τῆς ζωτικῆς
2. δυνάμεως πρὸς τὸ τῆς γαστρὸς στόμα· τοῦτο γάρ ἐστι
3. τὸ μᾶλλόν τε καὶ πρῶτον ἐν ταῖς ἀκαίροις ἀσιτίαις τε καὶ
4. προσφοραῖς κακούμενον. διὰ τοῦτο οὖν καὶ τὰ πτύσματα
5. λεπτὰ καὶ ἁλυκὰ καὶ σμικρὰ καὶ κεχρωσμένα χρώμασιν
6. ἀκράτοις γίγνεσθαί φησι καὶ ἱδρῶτας περὶ τράχηλον
7. μόνον ἀπορίαν τε καὶ δύσπνοιαν· ἄπεπτον γὰρ μένει τὸ
8. νοσήμα δι᾿ ἑκατέραν τὴν ὑπερβολὴν, ἀσιτίαν τε μακρὰν καὶ
9. τροφῆς προσφορὰν ἄκαιρον· τῇ δ᾿ ἀπεψίᾳ συνέπεται καὶ
10. τὰ καταλελεγμένα πτύσματα· καθάπερ καὶ οἱ περὶ τράχηλον
11. ἱδρῶτες καὶ διὰ λιμαγχονίαν καταλυομένης τῆς δυνάμεως
12. καὶ διὰ τροφὴν ἄκαιρον βαρυνομένης. ὡσαύτως δὲ καὶ ἡ
13. ἀπορία κοινὸν ἀμφοῖν ἐστι σύμπτωμα καὶ διὰ μακρὰν ἀσιτίαν
14. ἐμπιπλᾶσαν ἰχώρων τὴν γαστέρα καὶ διὰ τροφὴν ἄκαιρον
15. βαρύνουσαν. ἥ γε μὴν δύσπνοια, καθ᾿ ἣν τὸ πνεῦμα
16. προσπταίει, διὰ τροφὴν ἄκαιρον γίνεται μᾶλλον ἢ δι᾿ ἔνδειαν·
17. ἔστι γὰρ στενοχωρίας τε καὶ σπασμοῦ γνώρισμα,
18. προσκόπτειν τε καὶ οἷον ἵστασθαι τὸ πνεῦμα κατὰ τὴν ἐκπνοὴν·
1. ἡ γὰρ ἄνω φορὰ τὴν ἐκπνοὴν ποιεῖται. τῷ τοιούτῳ
2. δὲ πνεύματι τὸ ἐναντίον ἐν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν
3. ἐπιδημιῶν αὐτὸς διῆλθεν, εἰπών· διπλῆν εἴσω ἐπανάκλησιν
4. οἷον ἐπεισπνέουσιν. ὅτι δὲ διὰ τὴν ἄκαιρον τροφὴν, οὐ διὰ
5. τὴν ἔνδειαν ἡ τοιαύτη γίγνεται δύσπνοια, δῆλόν ἐστι κᾀκ
6. τοῦ φάναι τὸν Ἱπποκράτην πυκνὸν ἢ μέγα λίην τοῖς κακῶς
7. διαιτηθεῖσι γίγνεσθαι τὸ πνεῦμα. καὶ γὰρ τὸ πυκνὸν καὶ
8. τὸ μέγα στενοχωρουμένου τοῦ διαφράγματος ὑπὸ τῆς ἐν τῇ
9. κοιλίᾳ περιεχομένης γίνεται τροφῆς, ὅταν μὴ κρατουμένη
10. μηδὲ κατεργαζομένη καλῶς ὑπὸ τῆς γαστρὸς, ἐργάσηται
11. πνευμάτωσιν· ἀναγκαῖον γάρ ἐστι τηνικαῦτα διά τε τὴν
12. στενοχωρίαν τοῦ |διαφράγματος ἔλαττον εἰσπνεῖσθαι τὸ πνεῦμα,
13. καίτοι διαστολὴν διαστελλομένου τοῦ θώρακος ᾗ πρόσθεν
14. διεστέλλετο. τοῦτ᾿ οὖν ὅσον λείπεται τὸ νῦν πνεῦμα
15. τοῦ πρότερον, ἐνδεῆ τὴν χρείαν τῆς ἀναπνοῆς ἐργάζεται καὶ
16. διὰ ταύτην τὴν ἔνδειαν ἤτοι μείζονα τὴν ἀναπνοὴν ἀναγκάζει
17. ποιεῖσθαι τὸ ζῶον ἢ πυκνοτέραν ἢ ἀμφότερα. λέλεκται
18. δὲ περὶ πασῶν δυσπνοιῶν ἐπὶ πλεῖστον ἐν τοῖς περὶ
1. δυσπνοίας, ἐν οἷς καὶ τούτων καὶ τῶν ἄλλων δυσπνοιῶν
2. τὰς αἰτίας σὺν ταῖς οἰκείαις ἀποδείξεσιν ἐγράψαμεν· ἀλλ᾿
3. εἴς γε τὸ παρὸν ἀρκεῖ ταῦτα. φησὶ δὲ τῆς κακῆς διαίτης
4. καὶ τὰς ὀφρῦς γίγνεσθαι δεινώσιος μετεχούσας. γέγραπται
5. δὲ δισσῶς, ἔν τισι μὲν τῶν ἀντιγράφων κατὰ τὸν ἑνικὸν
6. ἀριθμὸν, ὀφρὺς δεινώσιος μετέχουσα, καθ᾿ ἕτερα δὲ πληθυντικῶς,
7. ὀφρύες δεινώσιος μετέχουσαι. δηλοῦται δὲ ἐκ
8. τῆς λέξεως τὸ παρεσπάσθαι πως αὐτὰς ἢ ἀνεσπάσθαι· καὶ
9. γίνεται τοῦτο ποτὲ μὲν ἀμφοτέρων τεινομένων σπασμωδῶς,
10. ἢ τῆς ἑτέρας μόνης, ποτὲ δὲ τῆς ἑτέρας παραλελυμένης. εἶτ᾿
11. ἐφεξῆς φησι λειποψυχώδεα πονηρὰ, τὸν λόγον ἀναφέρων ἐπὶ
12. τὰ συμπτώματα, καθ᾿ ἃ καὶ τῶν ἱματίων ἀποῤῥίψεις γίνονται,
13. διακαιομένων τῶν καμνόντων· ἐνίοτε δὲ καὶ χεῖρες
14. ὅλαι τρομώδεις, ἐπὶ πλέον αὐξανομένου τοῦ κακοῦ. τὸ δὲ
15. κάτω χεῖλος σειόμενον ἐνδείκνυται δῆξιν εἶναι σφοδρὰν ἐν
16. τῷ στόματι τῆς γαστρὸς, διὸ καὶ σημεῖόν ἐστιν ἐμέτου δριμέων
17. χυμῶν τὸ τοιοῦτον σύμπτωμα.

Cliquer un n° de page pour en afficher l’image