Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.45, ed. Kühn, 1828, vol. 15, p. 603-604. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.45


2. Ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης εἰσὶ δηλωτικὰ
3. σφοδρῆς καὶ ὡς ἐπὶ τὸ πολὺ ἀποθνήσκουσιν.

5. Τά εἰρημένα, φησὶ, συμπτώματα κατὰ τὴν ἀρχὴν
6. τῶν νοσημάτων γιγνόμενα, παραφροσύνης εἰσὶ δηλωτικὰ
7. σφοδρᾶς, ἀρχὴν δὲ νόσου νῦν ἀκούειν σε χρὴ τὸν χρόνον
8. ἐκεῖνον ὅλον, ἐν ᾧ μηδέπω πέψεως εἰσι γνωρίσματα. εἴρηται
9. γὰρ ἐν τοῖς περὶ κρίσεων, ὅτι τε πλείω σημαίνει τὸ τῆς
10. ἀρχῆς ὄνομα, καὶ ὅτι τὸ νῦν εἰρημένον σημαινόμενον τῆς
11. ἀρχῆς ἔστι κατὰ τὴν τοιαύτην διαίρεσιν γιγνόμενον, ἐν
12. ᾗ τούς τοιούτους καιροὺς τῶν νοσημάτων διαιρούμενοι λέγομεν
13. ἐξ ἀρχῆς αὐτὰ καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς
14. συγκεῖσθαι. τῶν οὖν εἰρημένων ἄρτι συμπτωμάτων,
15. ὅταν ἐγγὺς τῆς ἀκμῆς φαίνηται, κρίσιν ἐσομένην προδηλούντων,
16. ἐν περιεστηκόσι δηλονότι νοσήμασιν· ὅταν ἐν ἀρχῇ
17. γένηται, κρίσιν μὲν οὐ δηλοῖ, κριθῆναι γὰρ ἐν ἀρχῇ οὐδὲν
18. δύναται, παραφροσύνης δ᾿ ἐστὶ γνωρίσματα. καὶ γέγραπται
1. περὶ αὐτῶν ἱκανῶς ἐν τοῖς περὶ κρίσεων· ἐξ ἐκείνων
2. οὖν καὶ σὺ μάνθανε τὸν ὅλον ὑπὲρ αὐτῶν λόγον. ἔστι γὰρ
3. μακρότερος ἣ ὡς νῦν ἅπαντα διελθεῖν αὐτόν· ἀλλ᾿ ἀρκέσει,
4. καθάπερ ἐπὶ τῶν ἄλλων, οὕτω κᾀπὶ τούτων τὸ κεφάλαιον
5. εἰπεῖν, ὡς ἐπειδὰν ἡ φύσις ἐπείγηται πρὸς ἔκκρισιν, ἀξιόλογος
6. ἐν τῷ σώματι γίνεται ταραχὴ, δι᾿ ἣν τὰ τοιαῦτα φαίνεται
7. συμπτώματα μετὰ τῶν τῆς πέψεως σαφεστάτων σημείων·
8. χωρὶς δὲ τοῦ παρεσκευάσθαι τὴν φύσιν εἰς τὴν τῶν
9. λυπούντων ἔκκρισιν ὁμοία ταραχὴ γιγνομένη κινδυνωδέστατόν
10. ἐστι σημεῖον. εἴρηται δὲ καὶ δι᾿ ἄλλων ὑπομνημάτων
11. ἤδη περὶ κρισίμων συμπτωμάτων, ὁποία τέ τις ἡ φύσις
12. αὐτῶν ἐστι καὶ ὅπῃ διαφέρει τῶν ἐπιφαινομένων καλουμένων,
13. ἐν οἷς ἔσται καὶ τὰ τῆς πέψεως σημεῖα. τό τε
14. γὰρ προγνωστικὸν καὶ τὸ περὶ χυμῶν καὶ τοὺς ἀφορισμοὺς
15. ἤδη προεξηγήμεθα πρὸ τοῦδε τοῦ βιβλίου· μακρολογοῦντος
16. οὖν ἐστιν ἀεὶ περὶ τῶν αὐτῶν λέγειν τὰ αὐτά.

Cliquer un n° de page pour en afficher l’image