15. Οὐδὲ γὰρ τῶν τοιουτέων ὁρέω ἐμπείρους τοὺς ἰητροὺς, ὡς
16. χρὴ διαγιγνώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ
17. τε διὰ κενεαγγείην ἀσθενέονται, αἵ τε δι᾿ ἄλλον
18. τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς
1. νούσου, ὁκόσα τε ἡμέων ἡ φύσις, καὶ ἡ ἕξις ἑκάστοισιν
2. ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα, καίτοι σωτηρίην ἢ
3. θάνατον φέρει γινωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα.
5. Ἐπεὶ περί τε τῆς ἰσχύος τοῦ κάμνοντος πεποίηται καὶ
6. περὶ τῆς ἀσθενείας λόγον, ταῦτα δ᾿ εἰσὶ τῶν ἐκ τῆς διαίτης
7. σκοπῶν οὐχ οἱ φαυλότατοι, διὰ τοῦτο νῦν ἀναλαμβάνει
8. τὸν ὑπὲρ αὐτῆς λόγον τῆς κατὰ τὴν δύναμιν ἀσθενείας,
9. ᾧτινι τρόπῳ γίγνεται διαγνωστικοὺς λέγων δεῖν εἶναι τοὺς
10. ἰατρούς· ὅτι ἔνιαι μὲν τῶν ἀσθενειῶν διὰ τὴν τῶν ἀγγείων
11. κένωσιν ἀποτελοῦνται, (τοῦτο γὰρ ἡ κενεαγγεία σημαίνει κυρίως
12. τε καὶ πρώτως καὶ διὰ τοῦτο ἡ ἀσιτία κενεαγγεία πολλάκις
13. εἴρηται, ὡς τῷ τοῦ γένους ὀνόματι καὶ ἐπὶ τοῦ εἴδους
14. συνηθέστατα χρωμένων ἁπάντων τῶν ἀνθρώπων) ἔνιαι
15. δὲ διὰ πόνον, ἤτοι τὸν ἰδίως λεγόμενον, ὅσπερ ἐστὶν ὁ αὐτὸς
16. ταῖς ὀδύναις, ἢ τὴν ὡς ἂν εἴποι τις κακοπάθειαν, ᾗ κακοπαθοῦσιν
17. οἱ κάμνοντες ἐν ταῖς ὀξείαις νόσοις. ἐνίας δὲ καὶ
18. δι᾿ ἄλλον τινὰ γίγνεσθαί φησι ἐρεθισμόν. εἰ μὲν γὰρ δὴ
1. τὴν δῆξιν ἐρεῖ ἤτοι γε τῆς γαστρὸς ἢ τῶν ἐντέρων, δόξειεν
2. ἂν ὑποπεπτωκέναι τὸ σύμπτωμα τοῦτο ταῖς ὀδύναις· εἰ δὲ
3. ἀγρυπνίαν ἤ τι τοῦ στόματος τῆς κοιλίας πάθος, οὐ κυρίως
4. ἂν δόξειεν ἑρμηνεύειν. ἥ γε μὴν δύναμις ὁρᾶται καταλυομένη,
5. διά τε κένωσιν ἐξ αἱμοῤῥαγιῶν ἢ ἐμέτων ἢ διαχωρημάτων
6. ἢ ἱδρώτων καὶ δι᾿ ἀσιτίαν μακροτέραν τοῦ προσήκοντος
7. καὶ δι᾿ ἄλγημά τι καὶ ἀγρυπνίαν ἐξαναστάσεις τε
8. συνεχεῖς ἀποπατήσεως ἕνεκα καὶ πρὸς τούτοις ὅταν ποτὲ
9. πάθῃ τὸ στόμα τῆς γαστρὸς οὕτως, ὡς ἐναπειλεῖν συγκοπάς·
10. τοῦτο μέν γε καὶ διὰ τροφῆς πλῆθος βαρυνούσης, ἤ τινα
11. τῶν ἀνιαρῶν αὐτῆς ποιοτήτων, αὐτή τε κάμνει καὶ συγκαταλύει
12. τὴν δύναμιν ἑαυτῇ τάχιστα. πᾶσαι μὲν οὖν αὗται
13. διὰ φανερῶν αἰτιῶν γίγνονται αἱ βλάβαι τῆς δυνάμεως·
14. ἕτεραι δέ εἰσιν ἀφανεῖς, ὥσπερ ὅταν ἄνευ κενώσεως φανερᾶς
15. ἢ ἀγρυπνίας ἢ λιμαγχονίας ἢ καὶ τῆς κατὰ τὸ στόμα
16. κοιλίας αἰσθήσεως οἱ κάμνοντες εἰς τοιαύτην ὑποσύρωνται
17. τοῦ σώματος διάθεσιν, οἵαν ἐν τῷ προγνωστικῷ κατὰ τὴν
18. ἀρχὴν αὐτὸς ἔγραψε λέγων· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι,
1. κρόταφοι συμπεπτωκότες, ὅσα τε τούτων ἐφεξῆς. αὕτη γὰρ
2. τοῦ σώματος ἡ κατάστασις γίνεται μὲν καὶ δι᾿ ἀγρυπνίαν
3. καὶ δι᾿ ἔκκρισίν τινα πολλὴν καὶ λιμαγχονίαν· γίνεται δὲ
4. καὶ χωρὶς τούτων, ὅταν οἵ τε ἐν τῷ σώματι χυμοὶ λεπτοὶ
5. τυγχάνουσιν ὄντες ἥ τε τοῦ πυρετοῦ θερμασία δριμεῖα· διαφοροῦνται
6. γὰρ οἱ οὕτως λεπτυνόμενοι κατὰ τὸ ἄδηλον.
7. ἐνίοις δὲ καὶ κατὰ τὴν δυσκρασίαν μιᾶς τῶν ἀρχῶν παθούσης
8. ἀσθενὴς ἡ δύναμις γίγνεται· πρώτη μὲν οὖν ἡ πρώτως
9. παθοῦσα κάμνει, κατὰ συμπάθειαν δὲ καὶ αἱ λοιπαὶ
10. δύο. μεμάθηκας γὰρ ἄλλην μὲν εἶναι κατὰ τὰ νεῦρα δύναμιν,
11. ἀρχὴν ἔχουσαν τὸν ἐγκέφαλον· ἄλλην δὲ κατὰ τὰς ἀρτηρίας,
12. ἧς ἡ ἀρχὴ καρδία· καὶ τρίτην κατὰ τὰς φλέβας, ἐξ
13. ἥπατος ὁρμωμένην· ἐνίοτε γοῦν τῶν μορίων ἑνὸς οὑτινοσοῦν
14. δυσκρασία τὴν οἰκείαν δύναμιν ἐκάκωσεν, ᾗ συνεπάθησαν
15. αἱ λοιπαὶ δύο δυνάμεις. τάχισται μὲν οὖν ἀπώλειαι
16. γίγνονται τῆς καρδίας παθούσης, ἐφεξῆς δὲ τοῦ ἐγκεφάλου,
17. βραδεῖαι δὲ αἱ ἀπὸ τοῦ ἥπατος. ὥσπερ γὰρ ταῦτα τὰ μόρια
1. κατὰ δυσκρασίαν παθόντα μεγίστην βλάβην
2. βλάπτεται τῆς οἰκείας ἕκαστον δυνάμεως, οὕτως ἔνια πλησίον
3. ἑκάστης ἀρχῆς κείμενα κατὰ δυσκρασίαν ἰσχυρῶς νοσήσαντα
4. τὰς ἀρχὰς τῶν δυνάμεων εἰς συμπάθειαν ἑαυτοῖς
5. ἄγει, τινὰ δὲ, κᾂν μὴ πλησίον ᾖ κείμενα, διὰ τὴν κατὰ γένος
6. κοινωνίαν, ἤ τινα διαθέσεως ἰδιότητα, τὰ τὰς ἀρχὰς
7. τῶν δυνάμεων ἔχοντα βλάπτει μόρια. τὸ μὲν οὖν στόμα
8. τῆς γαστρὸς ὅταν μὲν ζωτικὴν δύναμιν εἰς συμπάθειαν ἄγῃ,
9. συγκοπὰς ἐπιφέρει, ὅταν δὲ τὴν ἰδίως ψυχικὴν ὀνομαζομένην,
10. παραφροσύνας ἢ σπασμούς· ἡ δὲ μήτρα ποτὲ μὲν ἀπνοίας,
11. ποτὲ δὲ συντάσεις νεύρων. ἀλλὰ συμπληρωθέντα
12. μὲν ἕκαστα τούτων ἁπλῶς γνώριμα, συνιστάμενα δὲ καὶ αὐξανόμενα
13. κατὰ βραχὺ λανθάνει τοὺς πολλοὺς τῶν ἰατρῶν.
14. χρὴ δὲ οὐχ ὅταν ὑπὸ μεγέθους ἀβοήθητα γένηται, τότε γνωρίζειν
15. αὐτὰ τοῖς ἰδιώταις ὡσαύτως, ἀλλὰ ἀρχόμενά τε καὶ
16. γιγνόμενα, τοῦτο γὰρ κάλλιστον· εἰ δὲ μὴ, ἀλλ᾿ αὐξανόμενά
17. γε πάντως. ἅπαντα οὖν τὰ τοιαῦτα δοκεῖ μοι δηλῶσαι διὰ
18. τῆσδε τῆς λέξεως ὁ Ἱπποκράτης, ἐν ᾗ φησιν· ὅσα τε ἡμέων
1. ἡ φύσις καὶ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα·
2. καὶ νῦν φύσιν λέγει τὴν κρᾶσιν, ἕξιν δὲ αὐτοῦ τοῦ
3. σώματος τὴν κατασκευήν. οἱ μὲν γὰρ ἀραιότεροι φύσει
4. διαφοροῦνται καὶ συγκόπτονται |ῥᾳδίως, οἱ δὲ πυκνότεροι
5. χρονίζουσιν ἐν ταῖς νόσοις. οὕτω δὲ καὶ μόρια τὰ μὲν
6. ἔχουσί τινες ψυχρότερα, τὰ δὲ θερμότερα, καὶ τὰ μὲν ξηρότερα,
7. τὰ δὲ ὑγρότερα· ἅπασι δὲ οἰκεῖον τῇ κράσει τὸ
8. νόσημα.