11. Μεῖζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν
12. ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν ἢ ῥόφημα
13. πλεῖον ἢ σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν.
14. ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ
15. πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη
16. ἡ ἁμαρτὰς, πολλῷ δὲ ἧσσον τῆς ἑτέρης· καταγελαστοτέρη
17. δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης. εἰ
1. γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης ἐσελθὼν καὶ γνοὺς τὰ
2. ξυμβεβηκότα δώῃ καὶ φαγεῖν καὶ πιεῖν ἃ ὁ ἕτερος ἐκώλυσεν,
3. ἐπιδήλως ἂν δοκέῃ ὠφεληκέναι. τὰ δὲ τοιάδε μάλιστα
4. καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων,
5. δοκέει γὰρ αὐτέοισιν ὁ ἐσελθὼν ἰητρὸς ἢ ἰδιώτης
6. ὥσπερ εἰ καὶ τεθνειότα ἀναστήσας.
8. Διὰ τὰς ὀδύνας πολλάκις οἱ κάμνοντες ἄσφυκτοι γίγνονται
9. καὶ λειποψυχοῦσι καὶ κίνησιν οὐδεμίαν οἷόν τε κινηθῆναι,
10. κατὰ ταῦτα δὲ καὶ διὰ τὴν ὀξύτητα τῆς νόσου·
11. τινὲς δὲ οὐ διὰ ταῦτα κάμνουσι τὴν δύναμιν, ἀλλὰ διὰ κένωσιν
12. ἀγγείων ὁπωσοῦν γεγονυῖαν, εἴτ᾿ οὖν δι᾿ ἔκκρισιν πρόδηλον
13. αἰσθήσει, εἴτε διαφόρησιν, εἴτε καὶ διὰ λιμαγχονίαν.
14. οὗτοι μὲν οὖν δέονται τροφὴν προσάρασθαι ὅτι τάχιστα·
15. τοὐναντίον δὲ ἂν οἱ δι᾿ ὀδύνην ἢ δι᾿ ὀξύτητα τῆς νόσου, κενώσεως
16. ἐνίοτε χρῄζουσι μᾶλλον ἢ πληρώσεως. ἀλλὰ τούτοις
17. μὲν ὁ τροφὴν διδοὺς μέγιστόν τι κακὸν ἐργάζεται·
18. τοὺς δὲ διὰ κενεαγγείην ἀσθενοῦντας εἰ πιέζει διαίτῃ λεπτῇ,
1. βλάψειεν, οὐχ ὁμοίως δὲ ἐπιφανῶς ἢ ὀξέως· ἀεικές γε μήν
2. ἐστιν ἀγνοῆσαι τοὺς διὰ κένωσιν ἀσθενοῦντας μᾶλλον ἢ τοὺς
3. δι᾿ ὀδύνην. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως σαφῆ.