18. Ἔτι δὲ καὶ κριθαὶ ἢ καὶ ὄροβοι ἐν ὄξει κεκραμένῳ σμικρῷ
1. ὀξύτερον ἢ ὡς ἂν πίῃ τις διέντα καὶ ἀναζέσαντα εἰς μαρσύππιά
2. τε ἀποῤῥάψαντα προστιθέναι καὶ πίτυρα τὸν αὐτὸν
3. τρόπον.
5. Καὶ κριθὰς καὶ ὀρόβους οὐχ ὁλόκληρα τὰ σπέρματα
6. κελεύει δι᾿ ὄξους καὶ ὕδατος ἑψεῖν, ἀλλὰ κόψαντας
7. πρότερον· δῆλον δὲ κᾀκ τοῦ λέγειν διέντα, καὶ ἄλλως δ᾿ ἄν
8. τις ἔξ αὐτοῦ τοῦ πράγματος διδαχθείη τοῦτο βούλεσθαι τὸν
9. Ἱπποκράτην. καὶ γὰρ οὖν προσηνέστερον οὕτως ἔσται τὸ
10. πυρίαμα καὶ δραστικώτερον· ἀμέλει καὶ πίτυρα κατὰ τὸν
11. αὐτὸν δὴ τρόπον σκευάζειν κελεύει. δραστικωτέρα δὲ τῆς
12. πρόσθεν ἡ τοιαύτη πυρία τῇ τοῦ ὄξους γίνεται δυνάμει·
13. εἰ δὲ δι᾿ ὀρόβων σκευάζοιτο, καὶ οὗτοι συντελοῦσιν οὐ σμικρὸν,
14. ἱκανὴ γὰρ ἡ δύναμις αὐτῶν τέμνειν καὶ κατεργάζεσθαι
15. καὶ διαφορῆσαι πάχος χυμῶν. διὸ καὶ παραληπτέον τὰς
16. τοιαύτας πυρίας, ἐφ᾿ ὧν ὑπονοοῦμεν παχεῖς ἢ γλίσχρους χυμοὺς
17. ἠθροῖσθαι κατὰ τὸ φλεγμαῖνον μόριον· ἔσται δέ σοι
18. δῆλον τοῦτο ἔκ τε τῆς προηγησαμένης διαίτης, εἰ τοιούτων
1. χυμῶν εἴη γεννητικὴ, κᾀκ τῆς τοῦ κάμνοντος κράσεως ὥρας
2. τε καὶ χώρας καὶ ἡλικίας, ἔτι δὲ κᾀκ τοῦ τὰς πρᾳείας πυρίας,
3. ὧν πρῶτον ἐμνημόνευσε, μηδὲν ἠνυκέναι. διορισαμένῳ
4. γάρ σοι περὶ τοῦ κατὰ πᾶν τὸ σῶμα πλήθους, ὅταν μὴ
5. φαίνηται μὲν τὰ τούτου γνωρίσματα, τὰ δὲ ἐπιεικῆ θερμάσματα
6. μηδὲν ἀνύει, πάχος ἐστὶ χυμῶν εἰς ἀτμοὺς καὶ πνεῦμα
7. φυσῶδες λυόμενον, ὃ διέξοδον οὐκ ἔχον ἀνιᾷ. καὶ τοῦτ᾿
8. οὖν αὐτὸ καὶ τοὺς γεννῶντας αὐτὸ χυμοὺς αἱ εἰρημέναι πυρίαι
9. διαλύουσι καὶ μάλιστα ἡ διὰ τῶν ὀρόβων. ἀλλὰ καὶ
10. περὶ τῆς ἐμμέτρου κράσεως τοῦ ὄξους πρὸς τὸ ὕδωρ ἐμνημόνευσε
11. σαφέστατά τε ἅμα καὶ κάλλιστα διελθὼν τὸν λόγον·
12. οὕτω γὰρ αὐτὸ κεκρᾶσθαί φησι δεῖν, ὡς εἶναι μικρῷ ὀξύτερον
13. ἢ ὡς ἂν πίῃ τις, ὅπως ἀποχωρήσῃ μὲν τοῦ δριμυτέρου
14. διὰ τὸ δακνῶδες, ἀποστῇ δὲ καὶ τοῦ ὑδατωδεστέρου διὰ τὸ
15. ἄπρακτον. ὅσον μὲν οὖν ἐπὶ τῷ τομῆς δεῖσθαι καὶ διαφορήσεως
16. τοὺς παχυτέρους τε καὶ γλισχροτέρους χυμοὺς, ἐπιτηδειότερον
17. ἂν εἴη τοῦ ὑδατώδους ὀξυκράτου τὸ δριμύτερον·
18. ἐπεὶ δὲ οὐκ ἀνέξεται τὰ φλεγμαίνοντα τῶν τοιούτων φαρμάκων,
1. διὰ τοῦτο μέσην ἀμφοτέρων τῶν ὑπερβολῶν τὴν κρᾶσιν
2. αὐτοῦ πεποίηται. τοῦτό σοι καὶ τὸ δεύτερον εἶδος τῶν
3. πυριάσεων ἐστιν, ὧν ἐξ ἀρχῆς διείλομεν τριχῶς.