Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.50, ed. Kühn, 1828, vol. 15, p. 612-614. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.50


14. Παραπλήσια μέντοι τοῖσι κατὰ κοιλίην ἐστὶ καὶ ταῦτα. καὶ
15. γὰρ ἢν ὅλον τὸ σῶμα ἀναπαύσηται πουλὺ παρὰ τὸ ἔθος,
16. οὐκ αὐτίκα ἔῤῥωται μᾶλλον· ἢν δὲ δὴ καὶ πλείονα χρόνον
17. διελινύσας ἐξαπίνης εἰς τοὺς πόνους ἔλθοι, φλαῦρόν τι
18. πρήξειεν ἐπιδήλως. οὕτω δὲ καὶ ἓν ἕκαστον τοῦ σώματος.
1. καὶ γὰρ ἢν πόδες τοιόνδε τι πρήξειαν, καὶ τὰ ἄλλα
2. ἄρθρα μὴ εἰθισμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνης εἰς
3. τὸ πονέειν ἔλθῃ. ταῦτα δ᾿ ἂν καὶ οἱ ὀφθαλμοὶ καὶ οἱ
4. ὀδόντες πάθοιεν καὶ πᾶν ὁτιοῦν, ἐπεὶ καὶ κοίτη παρὰ
5. τὸ ἔθος μαλακὴ πόνον ἐμποιέει καὶ σκληρὴ παρὰ τὸ ἔθος,
6. καὶ ὕπαιθρος παρὰ τὸ ἔθος εὐνὴ σκληρύνει τὸ σῶμα.

8. Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, συμπληρώσας τὸν
9. κατὰ παρέκβασιν αὐτῷ λόγον ἐμπεσόντα περὶ τῆς κατὰ
10. τὴν δύναμιν ἀσθενείας· καί φησιν ὅτι τοῖς κατὰ τὴν
11. κοιλίαν ἔμπροσθεν εἰρημένοις τὰ νῦν λεχθησόμενα παραπλήσιά
12. πώς ἐστι· συντείνει γὰρ εἰς ταὐτὸ τὸ κεφάλαιον, ἐν
13. ᾧ κατασκευάζει τὰς ἀθρόας μεταβολὰς μεγάλην φέρειν
14. τοῖς κάμνουσι βλάβην. αὐτὸ δ᾿ ὃ νῦν γράφει, τοιόνδε
15. ἐστίν. ὥσπερ ἡ κοιλία πλείονα χρόνον παντάπασιν ἀργήσασα
16. καλῶς ἐνεργεῖν οὐ δύναται, πρὶν κατὰ βραχὺ πάλιν
17. ἐθισθῆναί τε καὶ προσαχθῆναι ταῖς οἰκείαις ἐνεργείαις· οὕτω
18. καὶ πᾶν τὸ σῶμα καὶ τῶν ἄλλων μορίων ἕκαστον. εἶτα
1. καὶ μορίων ἐνίων ἐφεξῆς ὀνομαστὶ μνημονεύει. ἐπὶ δὲ τῇ
2. τελευτῇ τοῦ λόγου καὶ τῆς κατὰ τὴν κοίτην μεταβολῆς ἐμνημόνευσεν,
3. ἔτι δὲ καὶ νῦν κατασκευάζων τὸ προκείμενον ἐξ
4. ἀρχῆς αὐτῷ περὶ τῆς τῶν ἐθῶν μεταβολῆς.

Cliquer un n° de page pour en afficher l’image