7. Αὐτὰρ καὶ τῶν τοιῶνδε πάντων ἀρκέει παραδείγματα γράψαι.
8. εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον
9. μήτε λίην εὔηθες μήτε ἄγαν δυσελκὴς ὢν μήτε
10. ἄγαν εὐελκὴς αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος
11. ἰητρεύοιτο καὶ μηδαμῇ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντον
12. μὲν ἂν οὕτως εἴη καὶ ὑγιὴς πολλῷ θᾶσσον οὕτω γένοιτο
13. ἢ εἰ περιπλανώμενος ἰητρεύοιτο· εἰ μέντοι πεμπταῖος
14. ἢ ἑκταῖος ἢ καὶ ἔτι ἀνωτέρω ἀναστὰς ἐθέλει
15. προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ εἰ αὐτίκα ἔξ ἀρχῆς
16. πλανώμενος ἰητρεύοιτο· εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν
1. ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονέσειεν ἢ εἰ ἐκεῖνος ἰητρευόμενος
2. ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν.
4. Ἔτι τε περὶ τῆς ἀθρόας μεταβολῆς ποιεῖται τὸν λόγον,
5. ὥσπερ ἔμπροσθεν ἐπ᾿ ἄλλων παραδειγμάτων, οὕτως καὶ νῦν
6. ἐπὶ ἕλκους· εἰ γάρ τις, φησὶν, ἕλκος ἔχων ἐν κνήμῃ, δέον
7. ἡσυχάζειν τε καὶ κατακεῖσθαι, περιέρχοιτο βαδίζων ἠρέμα
8. (τοῦτο γὰρ σημαίνει τὸ πλανώμενος ἰητρεύοιτο) βλάπτοιτο
9. μὲν ἔξ ἅπαντος, ἀλλ᾿ ἧττον τοῦ ἐν ταῖς πρώταις ἡμέραις
10. ἡσυχάσαντος, ἐξαίφνης περὶ έ ἢ στ΄ ἢ ἔτι ἀνωτέρω τοῦ
11. περὶ γ΄ ἢ δ΄, ἀρξαμένου βαδίζειν. ἔνιοι δὲ τὸ ἀνωτέρω νομίζουσιν
12. ἐπὶ τῶν ἐφεξῆς ἡμερῶν εἰρῆσθαι τῆς ζ΄ καὶ η΄
13. καὶ θ΄, οὓς ἐχρῆν, εἰ τοῦτ᾿ αὐτοῖς ἤρεσκε, διὰ τοῦ ε καὶ
14. τοῦ ξ γράμματος, τὴν ἀρχὴν τῆς λέξεως γράφειν ἐξωτέρω
15. καὶ οὐκ ἀνωτέρω, διὰ τοῦ α καὶ ν, τί οὖν, φήσουσιν, οὐχὶ
16. καὶ τοιοῦτο γένοιτ᾿ ἄν ποθ᾿ ἕλκος, ὥστε κᾂν ἑβδόμης τις
17. ἢ ὀγδόης ἡμέρας ἄρξηται βαδίζειν, ἡσυχάσας ἔμπροσθεν, οὐ
18. σμικρῶς βλαβῆναι; καὶ μεγάλως φαίην ἂν, εἴ γε μέγα τὸ ἕλκος
1. ᾖ ἢ ὁ κάμνων εἴη δυσελκὴς, μᾶλλον δ᾿ εἰ ἄμφω συνέλθοι·
2. εἰ δὲ μήτε μέγα τὸ ἕλκος μήτε ὁ κάμνων δυσελκὴς
3. εἴη, ἰητρεύοιτο δὲ προσηκόντως, καὶ γὰρ καὶ τοῦτο χρὴ
4. προσυπακούεσθαι τῷ λόγῳ, περὶ τὴν ἑβδόμην ἢ ὀγδόην ἡμέραν
5. ἤδη καλῶς ἔχοι καὶ βαδίζειν ἀβλαβῶς δύναται. διὰ
6. τοῦτ᾿ οὖν προσέθηκε τῷ λόγῳ, περὶ μὲν τοῦ ἕλκους αὐτοῦ,
7. μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, τὸ ἁπλοῦν δηλονότι
8. καλέσας εὔηθες· περὶ δὲ τοῦ ἀνθρώπου, μήτε ἄγαν δυσελκής·
9. ὁ γὰρ τοιοῦτος εἰ μηδὲν ἄλλο περὶ τὴν θεραπείαν
10. ἁμαρτάνοι, μόνον διὰ τὸ βαδίζειν τὰ μέτρια, δέον κατακεῖσθαι,
11. βλαβείη μὲν ἂν, οὐ μὴν οὕτως γε μεγάλως, ὡς εἰ
12. ταῖς πρώταις ἡμέραις ἡσυχάσας, περὶ τρίτην ἢ τετάρτην
13. ἢ πέμπτην ἢ ἕκτην ἤρξατο περιπατεῖν. ὁ δὲ μέγα τὸ ἕλκος
14. ἔχων καὶ δυσελκὴς ὢν οὐ μετρίως, ἀλλὰ μεγάλως ἂν βλαβείη
15. περιπατῶν ἐξ ἀρχῆς, ὥσπερ καὶ πάλιν ὁ μικρόν γε τὸ
16. ἕλκος ἔχων καὶ λίαν ὢν εὐελκὴς ἐν ταῖς πρώταις ἡμέραις
1. ἡσυχάσας περὶ τὴν ε΄ ἢ στ΄ ἤρξατο περιπατεῖν, οὐκ ἂν
2. μεγάλως, ἀλλὰ μετρίως βλαβείη. διὰ ταῦτ᾿ οὖν ὁ Ἱπποκράτης
3. ἐπὶ τοῦ μέσως ἔχοντος ἐν ἀμφοτέραις ταῖς ἀντιθέσεσι
4. τὸν λόγον ἐποιήσατο· λέγει δὲ ἀντίθεσιν τήν
5. τε κατὰ τὸ μέγα καὶ μικρὸν ἕλκος καὶ τὴν κατὰ τὸ δυσελκῆ
6. καὶ εὐελκῆ εἶναι τὸν ἄνθρωπον. εὔδηλον δ᾿ ὅτι διαφέρει
7. μηδὲν ἐπίκαιρον ἕλκος εἰπεῖν ἢ μέγα, καθάπερ οὐδὲ μικρὸν
8. ἢ εὔηθες· τὸ γὰρ ἐπίκαιρον ἢ διὰ τὴν τοῦ χωρίου φύσιν
9. γίνεται τοιοῦτον, μέγα κατὰ δύναμιν ἀποτελούμενον, εἰ καὶ
10. τῇ διαιρέσει τοῦ χρωτὸς εἴη μικρὸν ἢ καὶ κατ᾿ αὐτὸ τὸ τῆς
11. διαιρέσεως μέγεθος ἐπίκαιρον γένηται· τὸ δ᾿ εὔηθες, ὅπερ
12. ἀπλοῦν ἐστι καὶ μικρὸν, ἢ διὰ τὴν τοῦ χωρίου φύσιν ἄκυρον
13. οὖσαν, ἢ κατ᾿ αὐτὴν τὴν διαίρεσιν βραχεῖαν γενομένην.