16. Διὰ τέλεος οὖν μαρτυρέει ταῦτα πάντα ἀλλήλοισιν, ὅτι πάντα
1. ἐξαπίνης μείζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα καὶ ἐπὶ
2. τὰ καὶ ἐπὶ τὰ βλάπτει.
4. Ἐφ᾿ ἑκάστῳ τῶν παραδειγμάτων ἀναμιμνήσκει τοῦ προκειμένου
5. λόγου. καὶ νῦν οὖν ἐπὶ τοῦ κατὰ τὸ ἕλκος παραδείγματος
6. ἐποίησεν αὐτό. τὸ γὰρ διὰ τέλεος ταὐτὸν σημαίνει
7. τῷ διὰ παντὸς καὶ ἀεί.