10. Πολλαπλασίη μὲν οὖν κατὰ κοιλίην ἡ βλάβη ἐστὶν, ἢν ἐκ
11. πολλῆς κενεαγγείης ἐξαπίνης πλέον τοῦ μετρίου προσαίρηται·
12. ἀτὰρ καὶ κατὰ τὸ ἄλλο σῶμα, ἢν ἐκ πολλῆς ἡσυχίης
13. ἐξαίφνης ἐς πλείω πόνον ἔλθοι, πουλὺ πλείω βλαβείη
14. ἢ εἰ ἐκ πολλῆς ἐδωδῆς ἐς κενεαγγείην μεταβάλλοι. δεῖ
15. μέντοι καὶ τὸ σῶμα τουτέοισιν ἐλινύειν, κἢν ἐκ πολλῆς
16. ταλαιπωρίης ἐξαπίνης ἐς σχολήν τε καὶ ῥαθυμίην ἐκπέσῃ·
17. δεῖ δὲ καὶ τουτέοισι τὴν κοιλίην ἐλινύειν πλήθεος βρώμης·
1. εἰ δὲ μὴ, πόνον ἐν τῷ σώματι ἐμποιήσει καὶ βάρος
2. ὅλου τοῦ σώματος.
4. Ὃ πρῶτον ἁπάντων ἀποδεῖξαι προὔθετο, τοῦτ᾿ ἦν αὐτὸ
5. τὸ περὶ τῶν κατὰ τὴν κοιλίην ἀθρόων μεταβολῶν· εἶτα ἀπ᾿
6. αὐτοῦ πρὸς τὸ γενικώτερον, ὃ δὴ καὶ καθολικώτερον ὀνομάζουσι,
7. μεταβὰς, περὶ πάσης ἔθους ἐξαλλαγῆς ἀθρόας διελέχθη
8. μέχρι δεῦρο. περιεχομένων γὰρ τῶν εἰδικωτέρων ἐν
9. τοῖς γενικωτέροις καὶ τῶν κατὰ μέρος ἐν τοῖς καθόλου καὶ
10. ἡ τῶν κατὰ τὴν κοιλίην ἐξαλλαγὴ συναποδέδεικται τῇ περὶ
11. πάντων ἀθρόᾳ μεταβολῇ· ἀλλὰ νυνὶ πάλιν ἐπὶ τὴν κοιλίαν
12. ἀφικόμενος, τῶν ἐν αὐτῇ μεταβολῶν τὰς διαφορὰς διδάσκει,
13. καί φησι πολλαπλασίαν εἶναι τὴν βλάβην ἐν τῇ μεταβολῇ
14. τῆς διαίτης, ὅταν ἐκ πολλῆς ἀσιτίας ἀθρόως προσεπενέγκηται
15. πλείω τῶν συμμέτρων, ἤπερ ὅταν ἐκ πολλῆς ἐδωδῆς
16. εἰς ἀσιτίαν μεταβάλλῃ. τούτῳ δ᾿ αὐτῷ πάλιν ὅμοιον
17. παρενέβαλε περὶ τὸ πᾶν σῶμα γιγνόμενον· ἧττον γὰρ βλάπτονται
18. μεταβάλλοντες ἐξαίφνης εἰς ἡσυχίαν ἐκ κινήσεων
1. ἤπερ ὅταν εἰς κίνησιν ἐξ ἡσυχίας. πάλιν δὲ κᾀνταῦθα
2. προσέγραψεν ἐπανορθώματα τῆς ἀκαίρου μεταβολῆς, ὥσπερ
3. κᾀν τοῖς ἔμπροσθεν· οὐκ ἀναγκαῖον δὲ οὐδὲ τοῦτο τῷ
4. προκειμένῳ σκέμματι. ἃ δ᾿ οὖν προσέγραψε, ταῦτά ἐστι·
5. τοῦτο μὲν εἰς ἀργίαν μεταβαίνοντας ἐκ κινήσεως τε καὶ
6. πράξεως, ἐλινύειν ἀξιοῖ, τουτέστιν ἡσυχάζειν τῷ παντὶ σώματι·
7. τοῦτο δὲ ταὐτόν ἐστιν ἐκείνῳ τῷ, ὅκου λιμὸς οὐ δεῖ
8. πονέειν· τοὺς δ᾿ εἰς ἡσυχίαν ἐκ πολλῆς ταλαιπωρίας, ὀλιγώτερα
9. προσφέρεσθαι, τοῦτο δ᾿ αὖ πάλιν ἐστὶν ἐλινύειν τὴν
10. κοιλίην· ὡς εἴ γε μὴ πονῶν ὅλῳ τῷ σώματι προσφέροιτο τὰ
11. συνήθη, πλῆθος ὑποθρέψει, διὸ βαρυνθήσεται τὸ πᾶν σῶμα
12. καὶ πονήσειε. σημαίνει δ᾿ αὐτῷ νῦν ὁ πόνος τὴν βλάβην,
13. γενικῶς νοούμενος πολλαῖς ταῖς κατ᾿ εἶδος βλάβαις.