16. Ὁ δὴ οὖν πλεῖστός μοι λόγος γέγονε περὶ τῆς μεταβολῆς τῆς
17. ἐπὶ τῆς διαίτης καὶ ἐπὶ τὰ καὶ ἐπὶ τά. ἐς πάντα μὲν
1. οὖν εὔχρηστον ταῦτ᾿ εἰδέναι, ἀτὰρ καὶ περὶ οὗ ὁ λόγος
2. ἦν, ὅτι ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἐς τὰ ῥοφήματα μεταβάλλουσιν
3. ἐκ τῆς κενεαγγείης· μεταβλητέον γὰρ ὡς ἐγὼ
4. κελεύω ἤδη· ἔπειτα οὐ χρηστέον ῥοφήμασι, πρὶν ἡ νοῦσος
5. πεπανθῇ ἢ ἄλλο τι σημεῖον φανῇ ἢ κατὰ ἔντερον
6. κενεαγγικὸν ἢ ἐρεθιστικὸν ἢ κατὰ τὰ ὑποχόνδρια ὁκοῖα
7. γεγράψεται σημεῖα.
9. Συνήγαγε πάλιν αὐτὸς εἰς ἓν κεφάλαιον ἅπαντα τὸν
10. λόγον, ἀξιῶν ἐπὶ μὲν τῶν ὡσαύτως ἐχόντων μὴ μεταβάλλειν
11. τὴν δίαιταν, ἐπὶ δὲ τῶν ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν
12. μὲν, οὐ μὴν ὡς ἄλλοι μεταβάλλουσιν. εἶτα καὶ διὰ συντόμων
13. ἐδήλωσε τὸν σκοπὸν τῆς ἐπὶ τῶν ὀξέως νοσούντων διαίτης.
14. εἰ μὲν γὰρ πεπανθῇ τὸ νόσημα, μεταβαίνειν ἐπὶ τὴν
15. τοῦ χυλοῦ δόσιν ἐκέλευσεν· εἰ δ᾿ ἄπεπτον εἴη, μὴ μεταβαίνειν,
16. εἰ μὴ ἄρα σύμπτωμά τι καθαιρετικὸν τῆς δυνάμεως
17. ὀφθείη καὶ κενώσεως κατὰ γαστρὸς πλείονος ἢ ἄλλου τινὸς
1. προερεθισμοῦ προσγινομένου. κοινῷ δὲ ὀνόματι τῷ τοῦ
2. ἐρεθισμοῦ περιέλαβε πάντα τὰ καθ᾿ ὁντιναοῦν τρόπον εἰς
3. ἀῤῥωστίαν ἄγοντα τὴν δύναμιν, ἐν οἷς ἐστὶ καὶ ἡ δῆξις ὑπὸ
4. δριμέων χυμῶν, ἤτοι κατ᾿ ἔντερον ἢ κατὰ γαστέρα γενομένη,
5. καὶ μάλιστ᾿ αὐτῆς κατὰ τὸ στόμα καὶ ἀγρυπνία καὶ ὀργὴ
6. καὶ λύπη καί τινες ἕλμινθες ἐκ τῶν ἐντέρων ἀναβᾶσαι πρὸς
7. τὴν γαστέρα καὶ κνῆσις τοῦ δέρματος ἅπαντος ἢ καὶ μορίων
8. τινῶν, ἐπιθεμένη διὰ νυκτὸς, ὡς μὴ μόνον αὐτῷ τὸ
9. ἐρεθίζειν, ἀλλὰ καὶ σὺν ἀγρυπνίᾳ καταλύσαι τὴν δύναμιν·
10. καὶ τὰ ὑποχόνδρια δὲ, φησὶν, οἷα γεγράψεται καὶ αὐτὰ
11. συνενδείξεται το διδόναι τροφὴν, ἢ μὴ διδόναι· δυνατὸν
12. γὰρ ὑπακούειν ἀμφότερα, μᾶλλον μέντοι τὸ ἕτερόν, ὅσον
13. κατὰ τὴν τῶν λόγων ἀκολουθίαν. κελεύων γὰρ ἀπέχεσθαι
14. πτισάνης πρὸ τοῦ πεφθῆναι τὴν νόσον, ὅταν γε δηλονότι
15. δυνατὸν ᾖ τὸν κάμνοντα διαρκέσαι, προσέθηκε· πλὴν εἰ μὴ
16. σημεῖόν τι φανείη ἢ κατ᾿ ἔντερον κενεαγγικὸν, ἢ ἐρεθιστικὸν
17. ἢ κατὰ ὑποχόνδρια οἷα γεγράψεται· ὡς τούτων
18. ποτὲ προτρεπομένων ἐπὶ τὴν τοῦ χυλοῦ δόσιν πρὸ τοῦ
1. πεφθῆναι τὴν νόσον. ἴσως δὲ τὰ κατεξηρασμένα σφοδρῶς
2. ὑποχόνδρια καὶ ἰσχυρῶς αὐχμώδη λέγει. τοιαῦτα γὰρ συμπίπτει
3. καὶ τῷ κατὰ τὸ προγνωστικὸν εἰρημένῳ νεκρώδει
4. προσώπῳ, περὶ οὖ φησι, ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι
5. συμπεπτωκότες. αὕτη γὰρ ἡ συνδρομὴ τῶν σημείων
6. ὑποχόνδριον ἔχει προσεσταλμένον ἱκανῶς, ὥστε τινα τῶν
7. μὴ τετριμμένων ὡς ἀνεσπασμένον ἐξαπατῆσαι· οὐ ταὐτὸν
8. δέ ἐστι προσεστάλθαι τε σφοδρῶς διὰ ξηρότητα καὶ ἀνασπᾶσθαι
9. διὰ φλεγμονὴν, εἴ γε μὴν ὑπερβάλλουσα ξηρότης
10. τοῦ σώματος ἐργαζομένη ἐστὶ τάσιν ἐν τῷ διαφράγματι
11. πλείονα καὶ τῷ ὑποχονδρίῳ. μάλιστα δὲ προσέχειν δεῖ καὶ
12. διορίζειν ἀπὸ τῆς ξηρότητος τὴν φλεγμονὴν, ἐπειδὴ καὶ ἡ
13. θεραπεία διάφορός ἐστι· τοῖς μὲν γὰρ διὰ φλεγμονὴν ἔχουσι
14. τὸ τοιοῦτον αὐτὸ λεπτοτάτης ἐστὶ χρεία διαίτης· τοῖς δὲ
15. διὰ ξηρότητα τῆς ἐναντίας, ἐν ᾗ πλεονάκις ὀλίγον δίδομεν
16. χυλὸν πτισάνης.