2. Ἀγρυπνίη ἰσχυρὴ, πόματα καὶ σιτία ὠμὰ καὶ ἀπεπτότερα
3. ποιέει· καὶ ἡ ἐπὶ τὰ ἕτερα αὖ μεταβολὴ διαλύει τὸ σῶμα
4. καὶ ἑφθότητα καὶ καρηβαρίαν ἐμποιέει.
6. Πολλάκις ἐνενόησα τοῦτο τὸ βιβλίον ἐν τύποις εὑρεθὲν
7. ἐκδεδόσθαι μετὰ τὸν Ἱπποκράτους θάνατον. ἡ γὰρ ἀταξία
8. τῶν λόγων οὐκ ἄλλως ἔοικεν ἢ οὕτως γεγονέναι, προσγραφομένων
9. μὲν ὑπ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῷ βιβλίῳ
10. τῶν εὑρισκομένων αὐτῷ παραδειγμάτων εἰς τὴν τοῦ καθόλου
11. πίστιν, ἐνίων μὲν ἐπὶ τοῦ μετώπου, ἐνίων δὲ κατὰ τοῦ
12. νώτου, μὴ δυνηθέντος δὲ τοῦ ἐγγραφομένου τὴν οἰκείαν
13. ἑκάστῳ τάξιν ἀποδοῦναι. τὸ γοῦν ἐν τῇ προκειμένῃ ῥήσει
14. λεγόμενον ὑπ᾿ αὐτοῦ φανερωτάτην ἔχει ἀταξίαν· οὐ γὰρ
15. νῦν, ἀλλ᾿ ὀλίγον ἔμπροσθεν ἦν ὁ καιρὸς αὐτοῦ, κατ᾿ ἐκεῖνον
16. τὸν λόγον, ἐν ᾧ περὶ τῆς παρὰ τὸ ἔθος εἰς τοὐναντίον μεταβολῆς
17. ἔγραψε παραδείγματα· προσγράψαι γὰρ ἐκείνοις
1. ἐχρῆν καὶ τοῦτο, τῆς μὲν εἰς ἀγρυπνίαν ἀήθους μεταβολῆς
2. ἀπεπτότερα ποιούσης τὰ προσφερόμενα σιτία τε καὶ ποτὰ,
3. τῆς δ᾿ εἰς ὕπνον πολὺν ἀήθως καὶ τοῦτον ἐπιτηδευθέντα
4. νωθρότητα τοῦ σώματος καὶ καρηβαρίαν. ἣν γὰρ εἶπεν
5. ἑφθότητά τε καὶ διάλυσιν καὶ καρηβαρίαν, ἑνὶ ῥήματι περιληφθεῖσαν
6. τὴν ἔκλυσιν δηλοῖ τοῦ τόνου· συνενδείκνυται δὲ
7. καὶ τὸ τῆς ἑφθότητος ὄνομα, δι᾿ ὑγρότητα θερμὴν γιγνομένης,
8. οὐ διὰ ξηρότητα· πεφυκυίας διαφορεῖν μὲν καὶ ξηραίνειν
9. τῆς ἐγρηγόρσεως, μὴ πέπτειν δὲ κατὰ τὸ βάθος ὑγραίνειν
10. δὲ τό τε πνεῦμα καὶ τὰς ἀποῤῥοίας κατέχειν τοῦ
11. ὕπνου. κατὰ λόγον οὖν τὰ ἀτμώδη περιττώματα πλεονάζει ἐν
12. τῷ σώματι τῶν ἀήθως ἐπὶ πολὺ κοιμηθέντων καὶ διὰ ταῦτα
13. τὴν ὅλην αὐτῶν κατάστασιν ἔκλυτον ὁμοίως γίγνεσθαι
14. τοῖς ἑψημένοις.