14. Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ
15. πολὺν χρόνον ἐκθερμαίνειν· ξηραντικὸν γὰρ τοῦ πνεύμονος
16. τοῦτο καὶ ἐμπυητικόν.
18. Ποικίλα θερμάσματα διελθὼν, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ,
1. τὰ δὲ ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ᾿ ἐκείνων ἀπόπειραν
2. ἐὰν ὁ πόνος μὴ ὠφελῆται, κενώσει χρῆται παντὸς
3. τοῦ σώματος ἀφιστάμενος τῶν θερμασμάτων, ὡς καὶ τὸν
4. πνεύμονα ξηραινόντων καὶ τὸ καλούμενον ἐμπύημα ποιούντων.
5. γίνεται γὰρ τοῦτο τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς
6. μὴ διαφορηθείσης, ἀλλ᾿ εἰς πῦον μεταβαλλούσης, εἶτα τούτου
7. συῤῥέοντος εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν.