ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ
ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ
ΓΑΛΗΝΟΥ ΥΠΟΜΝΗΜΑ Γ.
2. Γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα
3. καὶ μελίκρητον καὶ ὕδωρ καὶ ὀξύμελι τοῖσιδε σημαινόμενον
4. χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν.
6. Οὐ μόνον ἀτάκτως, ἀλλὰ καὶ ἐλλιπῶς τὸν κατάλογον
7. ἐποιήσατο τῶν οἴνων. ἔστι γὰρ αὐτῶν μία μὲν ἡ κατὰ τὰς
1. χρόας διαφορὰ, ἑτέρα δὲ ἡ κατὰ τὴν γεῦσιν ποιότης καὶ
2. τρίτη κατὰ τὴν σύστασιν καὶ τετάρτη κατὰ τὴν ὀσμὴν καὶ έ
3. κατὰ τὴν δύναμιν. ἡ μὲν οὖν κατὰ τὴν χρόαν εἰς λευκὸν
4. καὶ μέλανα καὶ κιῤῥὸν καὶ ξανθὸν καὶ ἐρυθρὸν τέμνεται,
5. οὐσῶν μὲν καὶ ἄλλων μεταξὺ διαφορῶν, ἀλλ᾿ ὥσπερ κατὰ
6. τὴν χρόαν, οὕτω καὶ κατὰ τὴν δύναμιν ἐπιμίκτων οὐσῶν.
7. ἡ δὲ κατὰ τὴν γεῦσιν διαφορὰ τῶν οἴνων εἰς γλυκὺν καὶ
8. αὐστηρὸν τέμνεται, δηλονότι κᾀνταῦθα τὸν ἀμφοῖν μέσον,
9. ὃς οὐδετέραν ἔχει σαφῆ ποιότητα· καὶ πρός γε τούτοις τὸν
10. ἐξ ἀμφοτέρων τῶν ποιοτήτων σύνθετον· ἔτι τε τὸν δριμὺν
11. ὀνομαζόμενον. ἡ δὲ κατὰ τὴν σύστασιν διαφορὰ τῶν
12. οἴνων εἴς τε τὸν ὑδατώδη καὶ λεπτὸν καὶ εἰς τὸν πάνυ
13. παχὺν τέμνεται, καὶ δηλονότι καὶ εἰς τὸν μέσον τούτων, εἶτ᾿
14. αὐθὶς ὅσοι μεταξὺ τοῦ τε μέσου καὶ τῶν ἄκρων εἰσί. καὶ
15. ἡ κατὰ τὴν ὀσμὴν δὲ διαφορὰ τῶν οἴνων, καθόσον οἱ μὲν
16. εὐώδεις εἰσὶν, οἱ δὲ οὐκ εὐώδεις, ἀλλὰ πληκτικήν τινα καὶ
17. ἀηδῆ τὴν ποιότητα κέκτηνται, τινὲς δὲ οὐδ᾿ ὅλως ἔχουσιν
18. ὀσμὴν, ἀλλ᾿ εἰσὶν ὥσπερ ὕδωρ ἄοδμοι. ἡ δὲ κατὰ τὴν δύναμιν
1. διαφορὰ τῶν οἴνων ἐστὶ, καθόσον ὁ μὲν ἰσχυρὸς, ὁ
2. δὲ ἀσθενὴς, ὁ δέ τις μέσος, ὁ δέ τις μεταξὺ τοῦ τε μέσου
3. καὶ τῶν ἄκρων ἐστίν· ἰσχυρὸς μὲν ὁ θερμαίνων σφοδρῶς
4. καὶ ταχέως τὸ σῶμα καὶ τὴν κεφαλὴν πληρῶν, ἀσθενὴς δὲ
5. ὁ ἐναντίος· οἱ δ᾿ ἐν τῷ μεταξὺ δῆλοι, τῶν ἄκρων ἀφωρισμένοι.
6. ὀνομάζεται δὲ ὁ μὲν ἰσχυρὸς οἰνώδης, ὁ δ᾿ ἀσθενὴς
7. ὑδατώδης· ᾧ γὰρ ὕδατος οἶνος πλεονεκτεῖ μᾶλλον, τοῦτο
8. ὅταν ἔν τινι θεασώμεθα σφοδρότατον ὑπάρχον, εἰκότως
9. οἰνώδη καλοῦμεν, ὥσπερ γε καὶ τοὐναντίον ὑδατώδη τῷ
10. ὕδατι μάλιστα κατὰ πάντα ἐοικότα καὶ τῇ λεπτότητι καὶ τῇ
11. χρόᾳ καὶ τῷ ἀόσμῳ καὶ τῷ μὴ θερμαίνειν ἐπιφανῶς. αὗται
12. μὲν οὖν αἱ κατὰ τὴν οἰκείαν φύσιν εἰσὶν ἐν τοῖς οἴνοις διαφοραὶ,
13. προστιθέασι δ᾿ αὐταῖς ἔνιοι τὴν κατὰ τὸν χρόνον,
14. ἐπειδή τινες μὲν ὑπάρχουσιν ἱκανῶς παλαιοὶ, τινὲς δὲ νέοι,
15. τινὲς δὲ ἐν τῷ μεταξὺ τούτων. εὔδηλον δ᾿ ὅτι τῶν ἔξωθέν
16. εἰσι συμβεβηκότων αἱ τοιαῦται διαφοραί· καθόσον γὰρ ἐν
17. τῷ χρόνῳ δριμύτεροί τε καὶ θερμότεροι γίγνονται, μεταβάλλοντες
18. ἅμα τούτοις καὶ χρόαν καὶ σύστασιν καὶ ὀσμὴν,
1. κατὰ τοσοῦτον ὁ χρόνος διαφοράν τινα ἐν τοῖς οἴνοις ἐργάζεσθαι
2. δοκεῖ· εἰ δέ γε καὶ μηδὲν τούτων ὑπήλλαττεν, οὐδ᾿
3. ἂν ἐλέγετο πρός τινων παλαιὸς ὁ οἶνος ἢ νέος· ἀλλ᾿ οὐδὲ
4. νῦν οὕτω λέγουσιν, ὡς τῶν ἐτῶν αὐτοῦ δεόμενοι κατὰ πρῶτον
5. λόγον, ἀλλ᾿ ὡς ἄμα τοῖς ἔτεσιν ἐνδεικνύμενοι τὴν δύναμιν·
6. οὐ γὰρ διὰ τὸν χρόνον οἱ οἶνοι τὰς ὠφελείας καὶ βλάβας
7. ἔχουσιν, ἀλλ᾿ ἐκ τῆς τῶν οἰκείων διαφορῶν τούτων᾿
8. ὑπαλλαγῆς. κατὰ συμβεβηκὸς οὖν τοῦ χρόνου μνημονεύομεν
9. ἐν ταῖς τῶν οἴνων διαφοραῖς, οὐ κυρίως οὐδὲ πρώτως.
10. καὶ αὐτῶν μέντοι τῶν οἰκείων ἐν αὐτοῖς διαφορῶν, αἱ μὲν
11. εἰς ὠφέλειάν τε καὶ βλάβην ἀναφέρονται κατὰ τὸν ἴδιον λόγον,
12. αἱ δὲ οὐ κατὰ τὸν ἴδιον, ἀλλὰ κατὰ συμβεβηκός· γλυκύτης
13. μὲν καὶ αὐστηρότης κατὰ τὸν ἴδιον λόγον, οὕτω δὲ
14. καὶ ἡ ἰσχὺς καὶ ἀσθένεια καὶ λεπτότης καὶ πάχος· αἱ δὲ
15. κατὰ τὴν χρόαν τε καὶ ὀσμὴν οὐ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός·
16. ἐπεὶ τῶν οἴνων οἱ μὲν ὑδατώδεις τέ εἰσι καὶ λευκοὶ
17. καὶ κιῤῥοὶ καὶ μέλανες, οἱ δὲ ὑδατώδεις καὶ ἄοδμοι
1. ὥσπερ ὕδωρ, ἢ εὐώδεις ὅσπερ ὥρωμα καὶ μύρον. εἴπερ οὖν
2. τῶν οἴνων αὗταί εἰσιν αἱ διαφοραὶ καὶ κατά τε τὴν οἰκείαν
3. δύναμιν ἀριθμούμεναι καὶ κατὰ συμβεβηκὸς, εὔδηλον ἤδη
4. σοι περὶ τῆς ἐν τῇ προκειμένῃ ῥήσει κατά τε τὴν τάξιν
5. αὐτῶν καὶ τὸν ἀριθμὸν ἐνδείας· ἀλλ᾿ ἐὰν φαίνηται κατὰ τὸν
6. ἑξῆς λόγον, ἁπασῶν τῶν χρησίμων διαφορῶν μνημονεύων ὁ
7. Ἱπποκράτης, συγχωρήσομεν αὐτοῦ τῇ κατὰ τὴν ἑρμηνείαν
8. ἐνδείᾳ.