16. Διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου. πνεύμονός τε γὰρ
17. μαλθακτικόν ἐστι καὶ πτυέλου ἀναγωγὸν μετρίως καὶ βηχὸς
1. παρηγορικόν· ἔχει γὰρ σμηγματῶδές τι ὃ μᾶλλον τοῦ μετρίου
2. καταγλισχραίνει τὸ πτύελον.
4. Διὰ τί μὲν ἧττον οἴνου ἐστὶ γλυκέος διψῶδες ἔμπροσθεν
5. εἴρηταί μοι, δεικνύντι καθ᾿ ὅσον μέν εἰσιν ἄμφω γλυκέα, κατὰ
6. τοσοῦτον ἐκχολοῦσθαι ῥᾳδίως αὐτά· καθ᾿ ὅσον δὲ λεπτότερόν
7. τ᾿ ἐστὶ καὶ ποριμώτερον, ὡς ἰέναι πάντῃ, τὸ μελίκρατον,
8. κατὰ τοῦτο ἧττον αὐτοῦ γίνεσθαι διψῶδες· ὡς εἴ γέ ποτε
9. κατὰ τὴν γαστέρα μείνῃ χρόνῳ πλείονι καὶ αὐτὸ διψῶδες οὐχ
10. ἧτον ἔσται τοῦ γλυκέος οἴνου. τουτὶ μὲν αὐτὸ σπανίως
11. συμβαίνει· τὸ δὲ θᾶττον οἴνου γλυκέος διεξέρχεσθαι τὴν γαστέρα
12. καὶ τὸ ἔντερον ἅπαν, ἔτι δὲ καὶ τὸ ἧπαρ ἄχρι νεφρῶν
13. καὶ κύστεως οὐ σπανίως, ἀλλὰ διὰ παντὸς ὑπάρχει τῷ μελικράτῳ.
14. διὰ ταῦτα μὲν οὖν ἧττόν ἐστι διψῶδες τοῦ γλυκέος
15. οἴνου· ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως εἶπεν, ἀλλ᾿ ἑτέρως ταὐτὸν
16. ἐνδειξάμενος αὐτοῦ τὴν δύναμιν ἐξ ὧν ἐργάζεται κατὰ τὸν
17. πνεύμονα· δῆλον γὰρ ὡς οὐκ ἂν εἰργάζετο ταῦτα, μὴ διεξερχόμενόν
18. γε καὶ διαῤῥύπτον αὐτοῦ τὰς ὁδούς. πτυέλου δ᾿ ἀναγωγὸν
1. οὐχ ἁπλῶς εἶπε τὸ μελίκρατον, ἀλλ᾿ ὅτι μετρίως
2. προσέγραψε. τὸ γὰρ ἰσχυρῶς ἀνάγειν οὐκ ἔχει, καθάπερ
3. τὸ ὀξύμελι· τό γε μὴν παρηγορικὸν ἔχει, μηδ᾿ ὅλως ἔχοντος
4. αὐτὸ τοῦ ὀξυμέλιτος· ἐπεγείρει γὰρ ἐκεῖνο τὰς βῆχας, ἐρεθίζον
5. τε καὶ τραχῦνον, ἐκ τοῦ ῥύπτειν σφοδρῶς. μελικράτῳ
6. δὲ καὶ μάλιστα τῷ ὑδαρεῖ τῆς ῥυπτικῆς δυνάμεως ὀλιγίστης
7. μέτεστιν· καλεῖται δ᾿ ἡ τοιαύτη καὶ σμηκτικὴ, καὶ
8. νῦν ὁ Ἱπποκράτης ἀπ᾿ ἐκείνης ἐποιήσατο τὸ σμηγματῶδες
9. ὄνομα, περὶ τοῦ μελικράτου γράψας, ἔχει γὰρ σμηγματῶδές
10. τι· μετρίας αὐτῷ μετεῖναι τῆς τοιαύτης δυνάμεως αἰνιξάμενος
11. ἐκ τοῦ προσθεῖναι τῷ σμηγματῶδες τὸ τὶ, βραχύτητα
12. δηλοῦν οἷς ἂν οὕτω προσκέηται. τοῦτ᾿ οὖν τὸ βραχὺ
13. τοῦ μελικράτου σμηγματῶδες, οὐχ ὅτι σμηγματῶδες, διὰ
14. τοῦτ᾿ ἄκρατον, ἀλλ᾿ ὅτι βραχύ· δεῖ γὰρ ἐπὶ τοῦ γλίσχρου
15. πτυέλου σφοδρῶς εἶναι σμηγματῶδες τὸ φάρμακον, ἀποῤῥύψαι
16. δυνάμενον τὸν ἐνιζηκότα τοῖς βρόγχοις τοῦ πνεύμονος
17. γλίσχρον χυμόν. εἰ δὲ μεταξὺ θώρακός τε καὶ πνεύμονος
18. εἴη τοιοῦτός τις ἠθροσμένος, ἔτι δὴ καὶ μᾶλλόν ἐστι χρεία
1. πρὸς τὸ καλῶς ἀναπτυσθῆναι τμητικῆς τε καὶ σμηκτικῆς
2. δυνάμεως, ἥτις καὶ ἀποῤῥύψει τε τοῦ ὑπεζωκότος αὐτὸ καὶ
3. διατέμνει καὶ λεπτύνει· μεταληφθῆναι γὰρ ἄλλως ἀδύνατόν
4. ἐστι τὸ τοιοῦτον, διὰ τοῦ περιέχοντος ὑμένος τὸ σπλάγχνον
5. ἐς τὰ βρογχία τοῦ πνεύμονος. οὐ καλῶς οὖν ἐχρήσατο τῇ
6. λέξει, προσθεὶς τῷ, ἔχει γὰρ σμηγματῶδές τι, τὸ ἐφεξῆς
7. εἰρημένον, ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον·
8. ἄμεινον γὰρ ἦν εἰπεῖν, ἔχει γὰρ σμηγματῶδές τι βραχὺ
9. τὸ μελίκρατον, ὃ μᾶλλον τοῦ μετρίου πολλάκις ἐπιτρέπει
10. τῷ πτυέλῳ καταγλισχραίνεσθαι. οὐ γὰρ διὰ τὸ μελίκρατον
11. συμβαίνει τῷ πτυέλῳ καταγλισχραίνεσθαι, ἀλλὰ
12. τοῦτο μὲν οἰκεῖον ὑπάρχει τῷ γε τοιούτῳ πτυέλῳ, τὸ μελίκρατον
13. δὲ οὐδὲν ὀνίνησιν, ἀλλὰ διαμένειν ἐᾷ τὴν τοιαύτην
14. φύσιν τοῦ περιττώματος. διὰ τοῦτ᾿ οὖν ἄμεινον ἦν εἰπεῖν
15. μηδὲν ὀνίνασθαι τὸ γλίσχρον πτύελον, οὐ γίγνεσθαι τοιοῦτο
16. ὑπὸ τοῦ μελικράτου· τὸ γὰρ καταγλισχραίνειν τὸ πρὸς Ἱπποκράτους
17. εἰρημένον ἔμφασιν ἔχει τοῦ γίνεσθαι τοιοῦτον
18. ὑπὸ τοῦ μελικράτου τὸ πτύελον.