2. Ἔστι δὲ καὶ οὐρητικὸν τὸ μελίκρητον ἱκανῶς, ἢν μή τι
3. τῶν ἀπὸ σπλάγχνων κωλύῃ.
5. Λέλεκταί μοι καὶ πρόσθεν ὅτι τῷ διεξέρχεσθαι ῥᾳδίως
6. ἁπάσας τὰς μεταξὺ κοιλίας τε καὶ νεφρῶν ὁδοὺς, οὐρητικόν
7. ἐστι τὸ μελίκρατον· ἐδείχθη δὲ καὶ ὅτι κακοπραγοῦντος
8. τοῦ ἥπατος οὐ προσήκει πίνειν αὐτὸ, βλάπτει δὲ καὶ
9. σπλῆνα φλεγμαίνοντα, καὶ πολὺ δὴ μᾶλλον ἔντερά τε καὶ
10. γαστέρα, ταχέως γὰρ ἐκπυρούμενον ὑπὸ τῆς κατὰ τὴν φλεγμονὴν
11. θερμασίας εἰς χολὴν μεταβάλλει. τάχα γὰρ διὰ
12. τὴν γλυκύτητα χαίρει τὰ σπλάγχνα τῷ μέλιτι, καθάπερ καὶ
13. ἡ γαστὴρ, ὥστε θᾶττόν τε καὶ ἀθροώτερον ἐπισπᾶσθαι·
14. καὶ γὰρ οὖν καὶ τἄλλα γλυκέα ταὐτὸν ἔχειν τούτῳ λογίσαιτ᾿
15. ἄν τις ὥσπερ πρὸς τὴν κοιλίαν, οὕτω καὶ πρὸς τὰ
16. σπλάγχνα πεπονθέναι. φανεῖται δ᾿ ἡ γαστὴρ ἥδεσθαι τούτοις·
17. καὶ γὰρ μετὰ τὸ καταπιεῖν αὐτὰ, φανερῶς πώς
18. ἐστιν ἡδομένη πρὸς τῶν εἰλημμένων, ὥσπερ αὖ πάλιν ἀνιωμένη
1. τοῖς τραχύνουσί τε καὶ πικροῖς, οὐκ ἐν αὐτῷ τῷ λαμβάνεσθαι
2. μόνον, ἀλλὰ καὶ μετὰ τὸ ληφθῆναι ἄχρι χρόνου τινός.
3. ὅθεν οὐδὲ προσφέρεταί τις αὐτὰ, πλὴν εἴ ποτε ὡς
4. φάρμακον, διὰ χυμοὺς παρὰ φύσιν ἠθροισμένους ἐν τῇ
5. γαστρί· κατὰ φύσιν δὲ ἐχούσης, ἀνιαρὰ πάντα αὐτῇ τὰ
6. τοιαῦτά ἐστιν, ἡδέα δὲ μόνα τὰ γλυκέα. καὶ μὲν δὴ κατὰ
7. τὸν καλούμενον λαιμὸν ἐκ τῶν καταπινομένων γλυκέων ἡδονὴ
8. μεγίστη γίνεται, τοῦ κατ᾿ αὐτὸ τὸ χωρίον σώματος οἰκείως
9. ἔχοντος τῷ τοιούτῳ χυμῷ· τὸ δ᾿ αὐτὸ τοῦτ᾿ ἔστι
10. σῶμα καὶ τῆς γαστρὸς ὁ ἔνδον χιτὼν, ὥσπερ γε καὶ ὁ τὴν
11. γλῶτταν ἀμφιεννύς. ἀλλ᾿ ἐν ταύτῃ μὲν ἐνεργεστάτην ἔχει
12. τὴν τῆς γλυκύτητος αἴσθησιν, ἐν δὲ τῷ λαιμῷ τὴν τῆς
13. ἡδονῆς, αἴσθησις δὲ σαφὴς ἐν τῷ παραχρῆμα γίνεται καὶ
14. ἐν τῷ στόματι τῆς γαστρὸς, ἡδομένῳ τοῖς καταπινομένοις
15. γλυκέσιν, ὅταν κατὰ φύσιν ἔχῃ τὸ ζῶον. οὕτως οὖν εἰκός
16. ἐστι καὶ τὰ σπλάγχνα χαίρειν τῷ μὲν γλυκεῖ χυμῷ, ταχέως
17. δ᾿ αὐτοῦ καὶ πλεῖστον ἐπισπώμενα, καθ᾿ ὃν μὲν ὑγιαίνει
18. χρόνον, ἀπολαύειν τε καὶ τρέφεσθαι, καθ᾿ ὃν δὲ πυρετώδη
1. τέ ἐστι καὶ φλεγμαίνει, μεταβάλλειν ἐστὶ τὸ χολῶδες αὐτό.
2. ὁρᾶται γοῦν καὶ τὰ καλούμενα συκωτὰ διὰ τῆς τῶν ἰσχάδων
3. ἐδωδῆς, μέγιστά τε καὶ ἥδιστα γιγνόμενα, προφανῶς τοῦ
4. ἥπατος εὐτροφοῦντος ἐπὶ τῇ τῶν γλυκέων ἐδωδῇ· ἀλλ᾿ ἐν
5. ταῖς φλεγμοναῖς τε καὶ τοῖς πυρετοῖς οὐκ εἰς εὐτροφίαν,
6. ἀλλ᾿ εἰς χολῆς γένεσιν, ἡ τῶν τοιούτων προσφορὰ μεταβάλλεται,
7. τοῦ μὲν πυρετώδους θερμοῦ πλεονάζοντος, ἐλλείποντος
8. δὲ τοῦ κατὰ φύσιν, ὅπερ εὔκρατον ἦν.