Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.12, ed. Kühn, 1828, vol. 15, p. 657-659. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.12


11. Καὶ διαχωρητικώτερον δὲ κάτω τῶν χολωδέων, ἔστι μὲν
12. ὅτε καλῶν, ἔστι δ᾿ ὅτε κατακορεστέρων μᾶλλον τοῦ καιροῦ
13. καὶ ἀφρωδεστέρων, μᾶλλον δὲ τὸ τοιοῦτον τοῖσι χολώδεσί
14. τε καὶ μεγαλοσπλάγχνοισι γίνεται.

16. Ἀναμνησθῶμεν τῆς προειρημένης λέξεως, ἐν ᾗ παραβάλλων
17. οἴνῳ γλυκεῖ τὸ μελίκρατον ἔλεγε, διψῶδές γε μὴν
18. ἧσσον τοῦ γλυκέος οἴνου· καὶ νῦν οὖν πρὸς ἐκεῖνον εἶπε
1. διαχωρητικώτερον εἶναι κάτω. χολωδέων γὰρ δὴ καὶ ὁ
2. γλυκὺς οἶνος διαχωρητικὸς, ἀλλὰ τό γε μελίκρατον ἐνίοτε
3. μὲν καλῶν τῶν χολωδέων ὑπακτικόν ἐστιν, ἐνίοτε δὲ μοχθηρῶν,
4. ἅπερ ἐστὶν ἱκανῶς ἄκρατα χολώδη, τὰ πυῤῥὰν ἢ ξανθὴν
5. ἔχοντα καὶ παχεῖαν χολήν. αὕτη τοίνυν ἀφρὸν προσλαμβάνει,
6. πολλάκις μὲν κατὰ τὸν αὐτὸν λόγον, ὃν καὶ τοῖς
7. ἐν πυρὶ θερμαινομένοις σφοδρῶς ἀφρὸς ἐπανθεῖ, πολλάκις
8. δὲ τὸ τοῖς κοπτομένοις ὑγροῖς ὑπὸ πνεύματος. τούτων δὲ
9. τὸ μὲν πρότερον ὧν εἶπον ὑπερβαλλούσης ἐστὶ θερμασίας
10. γνώρισμα, τὸ δὲ δεύτερον, στενοχωρίας τῶν ὀργάνων καὶ ταραχῆς
11. φυσώδους πνεύματος ἐναπειλημμένου, καὶ διέξοδον οὐ
12. ῥᾳδίαν ἔχοντος. τοιαῦτα δ᾿ ὑπέρχεται χολώδη τοὐπίπαν
13. ἐν τοῖς συντηκτικοῖς πυρετοῖς, ἐφ᾿ ὧν ἐναντιωτάτη τε καὶ
14. βλαβερωτάτη ἁπάντων σχεδόν ἐστιν ἡ τοῦ μελικράτου πόσις,
15. ὥσπερ γε καὶ τοὐναντίον ἡ τοῦ ψυχροῦ πόσις ὕδατος
16. ὠφελιμωτάτη, μᾶλλον δὲ τὸ τοιοῦτον διαχώρημά φησιν ὑπὸ
17. τοῦ μελικράτου γίνεσθαι, τοῖς φύσει μὲν χολώδεσι, τουτέστι
18. τοῖς θερμοῖς ἀμέτρως, ἐν δὲ ταῖς νόσοις φλεγμονὴν ἔχουσι
1. κατά τι τῶν σπλάγχνων. τὸ γάρ τοι κοινὸν ὄνομα νῦν
2. ἴδιον ἐγένετο τῶν φλεγμαινόντων· οὐ γὰρ δὴ διὰ σκίῤῥον
3. γε ἢ οἴδημα πυρετὸς ἐξάπτεται. πρόδηλον οὖν ὅτι κατὰ
4. τὰς ὀξείας νόσους, ὑπὲρ ὧν ὁ λόγος αὐτῷ ἐστιν, ὅταν ὄγκος
5. ἐν σπλάγχνοις γένηται, φλεγμονῆς ἐστιν, οὐκ οἰδήματος ἢ
6. σκίῤῥου τὸ σύμπτωμα· καὶ τούτους νῦν ὠνόμασε
7. μεγαλοσπλάγχνους.

Cliquer un n° de page pour en afficher l’image