10. Πτυέλου μὲν οὖν ἀναγωγὴν καὶ πνεύμονος μάλθαξιν τὸ ὑδαρέστερον
11. μελίκρητον ποιέει μᾶλλον· τὰ μέντοι ἀφρώδεα
12. διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα
13. καὶ μᾶλλον θερμὰ τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος
14. ἄγει.
16. Λέλεκται καὶ πρόσθεν ὡς ἐκχολουμένου τοῦ μέλιτος
17. ἐν ταῖς ὀξείαις νόσοις καὶ κατὰ τοῦτο βλάπτοντος ἡμᾶς,
18. βραδυπόρου δ᾿ ὄντος τοῦ ὕδατος καὶ μένοντος ἐπὶ πλεῖστον
1. ἐν τοῖς ὑποχονδρίοις καὶ διὰ τοῦτ᾿ ὄντος φευκτοῦ· τὸ μικτὸν
2. ἔξ ἀμφοῖν ἐπιτήδειον γίνεται, κατὰ τὴν τοιαύτην κρᾶσιν
3. συντιθέμενον, ὅταν ὕδατι πλείονι μέλιτος μιχθῇ τοσοῦτον,
4. ὡς ὁδοποιεῖν τε καὶ πρὸς τὴν ἀνάδοσιν ἄγειν αὐτό. τά τε
5. γὰρ οὖρα ποριμώτερα γίνεται καὶ ἡ τῶν πτυέλων ἀναγωγὴ
6. θᾶττον, οὕτω κερασθέντων αὐτῶν· εἰ δὲ πολὺ τοῦ μέλιτος
7. μιχθείη, δίψαν τε ποιεῖ καὶ γλισχραίνει τὸ πτύελον. καὶ
8. διὰ ταῦτα μὲν ἐπιτηδειότερόν ἐστι τὸ ὑδαρέστερον μελίκρατον,
9. εἴς τε τὴν τῶν πτυέλων ἀναγωγὴν καὶ τὴν τῶν οὔρων
10. διέξοδον, τὸ δ᾿ ἀκρατέστερον εἰς τὰς τῆς γαστρὸς ὑποχωρήσεις·
11. ὅσῳ γὰρ ἂν ἐρεθιστικώτερον ᾖ, τοσούτῳ μᾶλλόν τε
12. καὶ θᾶττον αὐτὴν ὑπάγει. καὶ διὰ τῶν κλυστήρων δὲ ἐνιέμενον,
13. ὅσῳπερ ἂν ἀκρατέστερον ᾖ, τοσοῦτον μᾶλλον ἐκκριτικὸν
14. γίνεται τὸ τοιοῦτον· καὶ τῶν κατακορέως χολωδῶν, τουτέστι
15. τῶν ἱκανῶς τοιούτων καὶ τῶν ἀφρωδῶν διαχωρημάτων
16. αἴτιον ὑπάρχει· τὸ γὰρ ἐπισπᾶσθαι τὰ τοιαῦτα μᾶλλον
17. ἔχει τῷ δάκνειν τε καὶ ῥύπτειν τὸ ἔντερον· ἔτι δὲ καὶ
18. αὐτὸ μεταβάλλον εἰς χολὴν ξανθὴν συναύξει καὶ κατὰ τοῦτο
19. τῶν χολωδῶν διαχωρημάτων τὸ πλῆθος, ὅθεν οὐδ᾿ ἐπαινεῖ
1. τὴν χρῆσιν αὐτοῦ. δηλοῖ δ᾿ ἐκ τοῦ προσθεῖναι καὶ μᾶλλον
2. τοῦ καιροῦ κατακορέως χολώδεα· τὸ γὰρ μᾶλλον τοῦ καιροῦ
3. σύνηθες αὐτῷ λέγειν ἀντὶ τοῦ μᾶλλον τοῦ προσήκοντος.
4. τὸ δὲ ἀφρῶδες διαχώρημα καὶ κατὰ τὸ προγνωστικὸν ἐμέμψατο·
5. καὶ τὰ κατακορέως δὲ, τουτέστιν ἀκράτως χολώδη,
6. μοχθηρά· χρὴ γὰρ οὐ κατακορέως, οὐδ᾿ ἀκράτως, ἀλλὰ μετρίως
7. αὐτὰ τοιαῦτα εἶναι. μεμνημένος οὖν καὶ σὺ τούτων,
8. ὅταν ἤτοι μελικράτου ποθέντος ἢ καὶ χωρὶς αὐτοῦ διαχωρεῖ
9. τις ἀφρώδη τε ἅμα καὶ κατακορέως χολώδη, συντηκτικὸν
10. εἶναι τὸν πυρετὸν ἴσθι καὶ διὰ τοῦτο ἀφίστασο τῆς
11. τοῦ μελικράτου χρήσεως, ἐπὶ δὲ τὸν τῆς πτισάνης
12. ἧκε χυλὸν, ἐπιτηρῶν ἰδεῖν τι γνώρισμα κᾂν βραχὺ, διὰ τῶν
13. οὔρων, τῆς τοῦ νοσήματος πέψεως· ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ
14. διδοὺς καὶ τὸ ψυχρὸν ὕδωρ ὀνήσεις μέγιστα.