Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.14, ed. Kühn, 1828, vol. 15, p. 661-664. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.14


17. Τὸ δὲ τοιοῦτον διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα
18. (οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿ ὁρμᾷ·
1. δυσφορίην τε καὶ ῥιπτασμὸν τῶν μελέων ποιέει) ἑλκῶδες
2. δ᾿ ἐστι καὶ ἐντέρου καὶ ἕδρης· ἀλεξητήρια δὲ τουτέων
3. γεγράψεται.

5. Σύνηθες αὐτῷ τὰς βλάβας σίνεα λέγειν, ὡς κᾀν τῷ
6. περὶ ἀγμῶν καὶ ἄρθρων ἐδείχθη· καὶ γάρτοι σίνειν λέγουσιν
7. οἱ Ἴωνες ἀντὶ τοῦ βλάπτειν· ἀλλὰ καὶ τὰ βλαβερὰ σινόμορα
8. πολλάκις αὐτὸς ὠνόμασε. μεγάλας οὖν βλάβας ἔχειν
9. φησὶ τὸ προειρημένον διαχώρημα, τουτέστι τὸ κατακορὲς
10. χολῶδες ἅμα τῷ καὶ ἀφρῶδες εἶναι. σύνηθες δ᾿ αὐτῷ πολλάκις
11. ἐπὶ τῶν σημείων χρῆσθαι ταῖς τῶν αἰτίων τε καὶ
12. βλαπτομένων σωμάτων φωναῖς· τὸ γοῦν τοιόνδε διαχώρημα
13. κάλλιον ἦν εἰπεῖν σημαίνειν, ἀλλ᾿ ἔχειν εἶπε· καίτοι τὰ μὲν
14. πεπονθότα σώματα τὰς βλάβας ἴσχει, τὰ δ᾿ αἴτια ποιεῖ,
15. τὰ δὲ σημεῖα δηλοῖ. τίνα γε μήν ἐστιν ἃ συμβαίνει πρὸς
16. τῶν εἰρημένων διαχωρημάτων σίνεα, παρ᾿ αὐτοῦ ἄκουε λέγοντος·
17. οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿
1. ὁρμᾷ· τοῦτο δὲ εἶπεν, ἐπειδὴ πολλάκις ἡ τῶν χολωδῶν
2. ὑποχώρησις αὐτίκα σβέννυσι τὸ ἐξ ὑποχονδρίων καῦμα· διὰ
3. τοῦτ᾿ οὖν ἐπὶ τῶν κακοηθῶν χολωδῶν προσέθηκεν, ὅτι μὴ
4. σβέννυται, ἀλλὰ τοὐναντίον ἅπαν αὐξάνεται τοῖς τὰ τοιαῦτα
5. διαχωροῦσι καὶ οὐ παύεται τὸ καῦμα ἐκ τῶν ὑποχονδρίων,
6. ἀλλὰ καὶ σφοδρότερον γίγνεται καὶ ῥιπτάζονται, τουτέστιν
7. ἄσην τε καὶ δυσφορίαν ἔχουσιν, ἐπειδὴ τῆς ἐν τοῖς ὑποχονδρίοις
8. διαθέσεως φλογώδους τὰ τοιαῦτα διαχωρήματα
9. συμπτώματα· καὶ μέντοι καὶ ὅτι κατὰ τὴν τῶν ἐντέρων
10. διέξοδον ἡ δριμύτης αὐτῶν ξυσματώδη διάθεσιν ἐργάζεται.
11. ταύτης μὲν οὖν τῆς διαθέσεως αἴτια γίγνεται τὰ κατακορῆ
12. χολώδη, τῆς δὲ ἐν τοῖς ὑποχονδρίοις σημεῖα· ὅ γε μὴν Ἱπποκράτης,
13. ὡς ἔφην, εἴωθεν ἐνίοτε καὶ τοῖς τῶν αἰτίων ἐνδεικτικοῖς
14. ῥήμασιν ἐπὶ τῶν σημείων χρῆσθαι. ἀλεξητήρια
15. δὲ τουτέων γεγράψεται. ὅτι προῄρηται καθ᾿ ἕκαστον εἶδος
16. νοσήματος ἰάματα γράψαι καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλωσε
17. καὶ νῦν οὐχ ἧττον· εἰ δ᾿ ἔστιν Ἱπποκράτους
18. ἄξια τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ τὰ μετὰ τὸ λουτρὸν,
1. ὅσα τε ἐν τοῖς περὶ νόσων ἢ περὶ παθῶν γέγραπται, κατὰ
2. τὴν ἐξήγησιν αὐτῶν ἐπισκεψόμεθα.

Cliquer un n° de page pour en afficher l’image