5. Ἄνευ μὲν οὖν ῥοφημάτων μελικρήτῳ χρεόμενος ἀντ᾿
6. ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι, πολλὰ ἂν εὐτυχοίης
7. καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον καὶ
8. οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι᾿ ἃ οὐ δοτέον.
10. Ἐδήλωσε καὶ νῦν σαφέστατα, μέχρι τοῦ κριθῆναι τὸ
11. νόσημα, μελικράτῳ μόνῳ χρῆσθαι συμβουλεύων. ἐν μόνοις
12. γὰρ τοῖς συντηκτικοῖς νοσήμασιν, ἢ ἐφ᾿ ὧν ἀνθρώπων ἀδύνατόν
13. ἐστιν ἐξαρκέσαι τὴν δύναμιν ἄχρι τῆς κρίσεως, ἐπὶ
14. τὸν χυλὸν ἀφιξόμεθα· τὰ δ᾿ ἄλλα βέλτιον ἐπὶ μελικράτου
15. μόνου διαιτᾷν.