Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.16, ed. Kühn, 1828, vol. 15, p. 665-666. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.16


2. Κατέγνωσται δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ
3. τοὺς πίνοντας καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι
4. νενόμισται. ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας·
5. ἔνιοι γὰρ μελικρήτῳ μόνῳ χρέονται ποτῷ, ὡς τοιοῦδε
6. δῆθεν ἐόντος.

8. Οὐ ταὐτόν ἐστι καταγυιοῦσθαί τε λέγειν ὑπὸ μελικράτου
9. καὶ μηδ᾿ ὅλως τρέφειν ἢ ὀλιγότροφον εἶναι τὸ μελίκρατον,
10. ἀλλ᾿ ἐπεὶ τρία ταῦτα πράγματα διαφέροντα ἀλλήλων
11. ἐστί. τὰ μὲν γὰρ καθαιροῦντα τὴν δύναμιν, ὡς αἱμοῤῥαγία
12. καὶ διαχώρησις πολλὴ καὶ ἱδρὼς ἄμετρός τε καὶ κατά
13. τι συμβεβηκὸς ἀσιτία, καταγυιοῦν εἰκότως ἂν λέγοιτο· τὰ
14. δὲ μηδ᾿ ὅλως τρέφοντα, καθάπερ τὸ ὕδωρ οὔτε καταγυιοῦν,
15. οὔτε ῥωννύναι τὴν δύναμιν ἀληθῶς ἄν τις εἴποι, πλὴν κατὰ
16. συμβεβηκὸς ἐνίοτε· τὸ γὰρ ὕδωρ οὐχ ὡς τροφὴ τὴν δύναμιν
17. ἀνακτᾶται τῶν καμνόντων, ἀλλ᾿ ὡς φάρμακον εἰς συμμετρίαν
18. κράσεως ἄγον τὰ διὰ τὴν ἀμετρίαν αὐτῆς ἀῤῥωστοῦντα.
1. τρίτα πρὸς τούτοις τὰ βραχέως τρέφοντα· καὶ
2. δύναιτο μὲν ἄν τις μόνοις αὐτοῖς χρώμενος ἀποθανεῖν, οὐ
3. μὴν ὡς καθαιροῦσι τὴν δύναμιν, ἀλλ᾿ ὡς οὐχ ἱκανῶς ῥωννύουσιν.
4. ἐκ τούτων οὖν ἐστι καὶ τὸ μελίκρατον· εἰ γάρ
5. τις ἐν τέσσαρσιν ἡμέραις ἀσιτήσας ἀποθνήσκειν μέλλῃ, δύναιτ᾿
6. ἂν οὗτος μελικράτῳ χρώμενος οὐ μόνον εἰς τὴν ε΄,
7. ἀλλὰ καὶ εἰς τὴν στ΄ ἀφικέσθαι. ὁ δ᾿ αὐτὸς λόγος καὶ
8. περὶ τοῦ μέλιτος· ἡ γὰρ τούτου φύσις ἐστὶν ἡ καὶ τὸ μελίκρατον
9. ἐκ τῶν βραχέως τρεφόντων ἐργαζομένη· τὴν γὰρ
10. ὑγρασίαν τῆς τροφῆς ὄχημα καὶ οὐ τροφὴν οὐ μόνος ὁ
11. Ἱπποκράτης, ἀλλὰ καὶ σχεδὸν ἅπαντες οἱ ἄριστοι τῶν ἰατρῶν
12. ἀπεφήναντο. ταῦτ᾿ οὖν αὐτὰ τὰ νῦν εἰρημένα ὁ Ἱπποκράτης
13. ἔγραψε περὶ μελικράτου καὶ μέλιτος οὐκ ἀσαφῶς
14. διὰ τῶν ἑξῆς.

Cliquer un n° de page pour en afficher l’image