Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.17, ed. Kühn, 1828, vol. 15, p. 666-668. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.17


17. Τὸ δ᾿ οὐ παντάπασιν ὧδε ἔχει, ἀλλ᾿ ὕδατος μὲν
1. πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, ἢν μὴ ἐκταράσσῃ
2. τὴν κοιλίην.

4. Οὐ γὰρ παντάπασιν ἀληθές ἐστι τὸ διὰ τὸ μελίκρατον
5. ἀποθνήσκειν τοὺς ἀποκαρτεροῦντας· ἀπέθανον γὰρ ἂν,
6. εἰ καὶ μόνον ὕδωρ ἔπινον, ἀλλ᾿ ὅτι βραχεῖαν τροφὴν δίδωσι
7. τῷ σώματι, διὰ τοῦτο μόνον μὲν ὂν οὐχ ἱκανόν ἐστι διαφυλάττειν
8. τὴν ζωὴν, ὥσπερ καὶ χυλῷ πτισάνης, εἴ τις
9. ἐθέλοι ῥοφεῖν μόνης εἰσαεί. ἀλλ᾿ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν
10. ἐστι πινόμενον μοῦνον, εἰ μὴ ἐκταράσσει τὴν κοιλίην.
11. ἐνδείκνυσθαι δοκεῖ διὰ τῆς ἰσχυρότερον φωνῆς ὅτι
12. ἔχειν τι καὶ τὸ ὕδωρ δύναται εἰς τὸ τρέφειν· ἐγχωρεῖ δὲ
13. διὰ τὸ τὴν ξηρότητα τοῦ σώματος τῆς γαστρὸς ἐπιτέγγεσθαι,
14. διαρκεῖν ἐπὶ πλεῖον τοὺς πίνοντας ὕδωρ τῶν μηδ᾿
15. ὅλως προσφερομένων. ἀσφαλῶς δὲ προσέθηκεν, εἰ μὴ ταράσσει
16. τὴν κοιλίαν, ἐπὶ τοῦ μελικράτου τὸν λόγον ποιούμενος·
17. ἐκείνους γὰρ δεόντως καὶ χείρονας ἑαυτῶν ἐργάζεται
18. διὰ τὴν κένωσιν, οἶς ταράσσει τὴν κοιλίαν· ἅμα καὶ τοῦ
1. ταράττειν ῥήματος οὐ τὴν σύμμετρον ὑποχώρησιν, ἀλλὰ τὴν
2. πλεονάζουσαν δηλοῦντος. εἰδέναι μέντοι χρὴ τὸ μὲν ὠμὸν
3. μελίκρατον ὑπακτικώτερον εἶναι, τὸ δὲ καλῶς ἡψημένον
4. τροφιμώτερον· ἀλλὰ τοῦτο μὲν ἐγνώσθω σοι κατὰ τὸ πάρεργον,
5. ἴδωμεν δὲ ἃ ἑξῆς γράφει παραβάλλων οἴνῳ μελίκρατον.

Cliquer un n° de page pour en afficher l’image