8. Ἀτὰρ καὶ οἴνου λευκοῦ καὶ λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου
9. ᾗ μὲν ἰσχυρότερόν ἐστιν, ᾗ δὲ ἀσθενέστερον.
11. Ἔνιοι χωρὶς τοῦ ἐστὶ γράφουσι τὴν ῥῆσιν οὕτως· ἀτὰρ
12. καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον,
13. ᾗ δὲ ἀσθενέστερον. ἔνιοι δὲ ἀντὶ τοῦ ᾗ τὸ ἐνίῃ
14. γράφουσιν οὕτως· ἀτὰρ καὶ οἴνου ὀλιγοφόρου καὶ λεπτοῦ
15. καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον.
16. ἐξ ἁπάντων γε μὴν ἡ αὐτὴ δηλοῦται δύναμις καὶ ἔννοια,
17. κατά τι μὲν λέγοντος ἰσχυρότερον εἶναι τὸ μελίκρατον τοῦ
18. τοιούτου οἴνου, κατά τι δὲ ἀσθενέστερον. ἐγὼ μὲν οὖν
1. ἐπεμνήσθην οἴνου τοιούτου κατὰ τὸν περὶ τῶν οἴνων λόγον·
2. ὁ δ᾿ Ἱπποκράτης αὐτὸν ὥσπερ οὐκ εἰδὼς ἐσιώπησεν, ἀλλὰ
3. νῦν γε σαφῶς ἐδίδαξε τήν τε σύστασιν αὐτοῦ μηνύσας ἐκ
4. τοῦ φάναι λεπτοῦ, καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐκ τοῦ
5. προσγράψαι καὶ ὀλιγοφόρου· καλεῖται γὰρ οὕτως ὁ τῆς
6. ὕδατος μίξεως ὀλιγίστης χρῄζων εἰς τὸ ποθῆναι. κατὰ
7. τοὐναντίον γὰρ ὁ πολλοῦ δεόμενος ὕδατος εἰς εὐκρασίαν
8. ὀνομάζεται πολυφόρος, ἐν ἴσῳ τῷ πολὺ φέρειν ὕδατος δεόμενος
9. εἰς τὴν εὔκρατον μίξιν· ὁ δ᾿ ὀλιγοφόρος οἶνος ἔκλυτός
10. τε καὶ ἀσθενὴς καὶ ἄχρηστος εἰς ποτὸν γίνεται, εἰ
11. πλέονι κεράσεις ὕδατι. καὶ μὴν καὶ τὸ ἄοδμον αὐτοῦ μέγιστον
12. γνώρισμα τῆς ἀσθενείας τε καὶ ψυχρότητός ἐστιν,
13. ὕδατι καὶ κατὰ τοῦτο ἐοικὼς, ὥσπερ γε καὶ τῶν ἰσχυρὰν
14. ἐχόντων ὀσμὴν μέγιστον τοῦτ᾿ ἔστι τῆς ῥώμης σημεῖον. ὁ
15. μὲν γὰρ ὑδατώδης οἶνος ὀλιγίστην μὲν ἐν τῷ ξύλῳ τῆς
16. ἀμπέλου μεταβολὴν ἔσχηκεν, ὀλιγίστην δὲ καὶ τοῦ γεώδους
17. στοιχείου τὴν μίξιν, ὥστε ὕδωρ εἶναι, βραχὺ γεώδους τε
1. καὶ θερμῆς οὐσίας προσειληφὸς, ἢ μετειληφὸς, εἴς τε τὴν
2. τούτων ἕνωσιν ὀλιγίστης κατεργασίας δεηθείς. ὁ δ᾿ ἐναντίος
3. οἰνώδης τε καὶ πολυφόρος οὔθ᾿ ὑπὸ βραχείας κατεργασίας
4. γίγνεται τοιοῦτος, ὡς ἂν ἐπὶ πλεῖστον ἀφιστάμενος
5. ὕδατος, ἀξιόλογον δὲ διὰ τοῦτ᾿ αὐτὸ τὴν θερμασίαν καὶ
6. τὴν ὀδμὴν ἐπικτᾶται.