9. Μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης ἐς
10. ἰσχὺν ἀμφοῖν. ὅμως τοίνυν εἰ καὶ διπλάσιον μέτρον οἴνου
11. ἀκρήτου πίνοι τις ἢ ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν
12. δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, μοῦνον εἰ
13. μὴ ταράσσοι τὴν κοιλίην· πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον
14. διεξίοι ἂν αὐτέῳ.
16. Εἰ μελικράτου ἐλέλεκτο καὶ μὴ μέλιτος, ἦν ἂν σαφέστερον·
17. ὁ γάρ τοι λόγος ἦν αὐτῷ μέχρι δεῦρο περὶ μελικράτου
18. καὶ τοῦτο παρέβαλεν οἴνῳ κεκραμένῳ, δηλονότι μεθ᾿
1. ὕδατος, οὐκ αὐτὸ καθ᾿ ἑαυτό· ἀλλ᾿ ὅπως ἡ παραβολὴ δικαία
2. γίγνοιτο, διὰ τοῦτο ἐπανήγαγε τὸν λόγον ἐπ᾿ αὐτόν τε
3. τὸν οἶνον καὶ τὸ μέλι. παραλογίζονται δ᾿ ἔνιοι κατὰ τὰς
4. τοιαύτας παραβολὰς οὐκ ἄλλους μόνον ἑκόντες, ἀλλὰ καὶ
5. σφᾶς αὐτοὺς ἄκοντες· ἔνιοι δὲ πειραθέντες γοῦν τινων ἀκρατεστέρων,
6. οὐ τοῖς ἀκράτοις μόνοις, ἀλλὰ καὶ ὁπωσοῦν κεκραμένοις
7. τὴν ἐπ᾿ ἐκείνων προσάπτουσι δύναμιν· ὥσπερ αὖ πάλιν
8. ἕτεροι πειραθέντες ὑδαρεστέρων, ἔξ ἐκείνων ὑπὲρ ἁπάντων
9. ἀπεφήναντο τῶν ὁπωσοῦν κεκραμένων. οὐ μὴν οὕτως
10. ἐχρῆν ποιεῖσθαι τὰς κρίσεις τῶν πραγμάτων, ἀλλὰ λογίσασθαι
11. δεῖν ἀνάλογον τὸ μελίκρατον ἐν τῇ κράσει τῶν πινομένων
12. οἴνων κατὰ τὴν τοῦ ὕδατος μίξιν, ὡς μὴ τὸν οἶνον
13. ἀκρατέστερον εἶναι, τὸ δὲ μελίκρατον ὑδαρέστερον, εἰ μέλλεις
14. δικαίαν ποιεῖσθαι τὴν παραβολὴν αὐτῶν· ἐπεὶ δὲ χαλεπόν
15. ἐστι τὴν ἀναλογίαν ἀκριβῶς ἐν τῇ μίξει φυλάξαι, διὰ
16. τοῦτο ἐπ᾿ αὐτὰ τὰ ὄντως ἄμικτα καὶ κυρίως ἄκρατα καλούμενα
17. μετήνεγκε τὸν λόγον ὁ Ἱπποκράτης, οἴνῳ μηδ᾿ ὅλως
18. κεκραμένῳ παραβάλλων τὸ μέλι· καί φησι διπλάσιον οἶνον
1. πινόμενον ἧττον τρέφειν ἁπλοῦ πλήθους μέλιτος. ἐπεὶ δὲ
2. πλείω γένη τῶν οἴνων εἰσὶν, οὐ τοὺς ἰσχυροὺς καὶ κεφαλὴν
3. πλῆξαι δυναμένους καὶ παραφροσύνας ἐργάσασθαι προεχειρίσατο
4. κατὰ τὸν λόγον, ἀλλὰ τὸν ἀσθενῆ καὶ ὑδατώδη
5. καὶ τούτῳ παραβάλλων τὸ μέλι τροφιμώτερον ἀπέδειξεν.
6. ὅταν δὲ διπλασίῳ ὄγκῳ οἴνου ἀξιώσῃ μέλιτος ἥμισυ παραβάλλειν,
7. οὐ τοῦτό φησιν, ὅτι μόνον ἑκάτερον ὁ κάμνων αὐτὸ
8. καθ᾿ ἑαυτὸ προσφερέσθω, μὴ μιγνὺς ὕδωρ· ἀλλ᾿ εἰ μετὰ
9. τὸ μετρῆσαι τὸ πλῆθος ἑκατέρου προσφέροιτο καθ᾿ ὅ τι βούλοιτο,
10. διαφέρει οὐδὲν ἧττον. δύναται γὰρ εἰ τύχοι κύαθον
11. ἕνα μέλιτος ἢ καθ᾿ ἑαυτὸν λαμβάνειν ἢ ὅσον βούλεται μιγνὺς
12. ὕδατι προσφέρεσθαι καὶ τοῦτο καθ᾿ ἑκάστην ἡμέραν
13. πιεῖν· ἢ πάλιν οἴνου κυάθους δύο ἑκάστης ἡμέρας ὡς αὐτὸς
14. βούλεται κεραννὺς ὕδατι προσφέρεσθαι. γνωσθήσεται
15. γὰρ ἐκ τῆς τοιαύτης πείρας ἐπὶ πλέον τῶν ἀνθρώπων ὁμοίως
16. ἐχόντων κατ᾿ ἄλλα καὶ μέντοι καὶ μᾶλλον ἐφ᾿ ἑνὸς, οὐ κατὰ
17. τὸν αὐτὸν χρόνον, ἡ ἑκατέρου δύναμις ἀκριβής· εἰ γὰρ μὴ
18. κατὰ τινα φύσεως ἰδιότητα ταράττοι τὴν γαστέρα τὸ μέλι,
1. πλείοσιν ἡμέραις ἐξαρκέσουσιν οἱ τῷ μέλιτι χρώμενοι. διὰ
2. τί οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως
3. εἶπεν· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου
4. ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον εἶναι τὸ μελίκρητον;
5. οὐ γὰρ ἐνίοτε μὲν ἰσχυρότερον, ἐνίοτε δὲ ἀσθενέστερον,
6. ἀλλ᾿ ἰσχυρότερον ἀεὶ φαίνεται κατὰ τὸν εἰρημένον ἄρτι λόγον.
7. ὅτι πρὸ τοῦ διορισθῆναι καὶ διδαχθῆναι πρὸς αὐτοῦ
8. περὶ τῆς δικαίας παραβολῆς ἀδιορίστως τοῦ λόγου περαινομένου
9. καλῶς καὶ ἀσφαλῶς εἶπεν, εὑρεθήσεται τὸ μελίκρατον
10. τοῦ οἴνου κατά τι μὲν ἰσχυρότερον, κατά τι δὲ
11. ἀσθενέστερον. ἐὰν γὰρ μὴ διορίσηταί τις ἑκατέρου τὴν ἀναλογίαν
12. τῆς κράσεως, ἐνίοτε μὲν ἀσθενέστερος ὁ οἶνος, ἐνίοτε
13. δὲ τὸ μελίκρατον εἶναι δόξει· διορισθέντων δὲ, ὡς εἴρηται,
14. καὶ τῆς κατὰ τὴν γαστέρα ταραχῆς ἐπιβλεπομένης, τὸ μελίκρατον
15. ἰσχυρότερον εἰς θρέψιν ἀεὶ φαίνεται τοῦ κεκραμένου
16. κατὰ τὴν αὐτὴν ἀναλογίαν οἴνου· ἐὰν δὲ ὅτι καὶ τὸ
17. κόπριον ἐκκρινόμενον ἐπὶ τῷ μελικράτῳ σύμμετρον, ὡς μὴ
18. καταλύειν τὴν δύναμιν ἐννοήσεις, ἔτι καὶ μᾶλλόν σοι φανεῖται
1. πλείων ἡ ἐκ μελικράτου θρέψις ἤπερ ἡ ἐξ οἴνου γιγνομένη.
2. εἰ γὰρ καὶ κόπρου πολλαπλασίου διεξιόντος, ὅμως
3. ὁ κάμνων ἐξαρκεῖ πλείοσιν ἡμέραις ἐπὶ τῷ μελικράτῳ, δυνατώτερον
4. δηλονότι πρὸς τὴν θρέψιν οἴνου φαίνεται τὸ μέλι.