11. Ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικώτερος τοῦ οἰνώδεος
12. καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος
13. δή τι τοῦ ἑτέρου κατ᾿ ἔντερον· μεγαλόσπλαγχνος δὲ σπληνός
14. καὶ ἥπατος. οὐκ ἐπιτήδειος οὖν οὐδὲ τοῖσι πικροχόλοισι·
15. καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν·
16. ἀτὰρ καὶ φυσώδης ἐντέρου τοῦ ἄνω, οὐ μὴν πολέμιός γε
17. αὐτῷ τῷ κάτω ἐντέρῳ ὡς κατὰ λόγον τῆς φύσης, καίτοι γε
1. οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φύση,
2. ἀλλ᾿ ἐγχρονίζει περὶ ὑποχόνδρια.
4. Κατὰ τὴν γευστικὴν ποιότητα γλυκὺς οἶνος ὀνομάζεται,
5. καθ᾿ ἣν καὐστηρός ἐστι καὶ δριμὺς, ἵνα τὸν ὑδατώδη παραλίπωμεν,
6. οὐκ ἐκπεπτωκότα τελείως τοῦ στύφειν, εἰ καὶ
7. παντάπασιν ἐκλελυμένην ἔχει τὴν ποιότητα τῆς στύψεως.
8. εἰ γὰρ ὕδατι παραβάλλοις αὐτὸν, αἰσθήσῃ σαφῶς ἐκ τῆς
9. παραβολῆς τὴν γεῦσιν τῶν τοιούτων οἴνων γεγονέναι βραχεῖαν
10. στύψιν εἰληφότων. ὑδατώδη δὲ καλοῦσιν οἶνον οἱ ἄνθρωποι
11. τὸν ἐοικότα κατά τε χρόαν καὶ σύστασιν τῷ ὕδατι,
12. διαφανής τε γὰρ ὡς ἐκεῖνο καὶ λαμπρὸς καὶ καθαρὸς
13. καὶ τῇ συστάσει λεπτὸς φαίνεται· εὐθὺς δὲ καὶ τῇ δυνάμει
14. παραπλήσιός ἐστιν ὁ τοιοῦτος ὕδατι, μήτε κεφαλῆς
15. ἀσθενοῦς ἁπτόμενος μήτε νεύρων ἀσθενῶν, ὅτι μηδὲ θερμαίνει
16. σαφῶς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται.
17. ὁ δὲ γλυκὺς οἶνος ὠνόμασται μὲν οὕτως ἀπὸ τῆς κατὰ τὴν
18. γεῦσιν ποιότητος, παμπόλλῳ δ᾿ ὕδατος ἀφώρισται κατὰ τὴν
1. χροιὰν καὶ τὴν σύστασιν· οὔτε γὰρ λεπτὸν ἀκριβῶς οὔτε
2. λευκὸν ὄψει γλυκὺν οἶνόν ποτε, ἀλλὰ μᾶλλον μὲν καὶ ἧττον
3. ἀφεστηκότα τῶν εἰρημένων, οὐδέτερον δὲ αὐτῶν ἔχοντα. γλυκεῖς
4. γοῦν οἶνοι διαφερόντως εἰσὶν ὁ Θηραῖος καὶ Σκυβελίτης,
5. ἀμφότεροι παχεῖς τε καὶ μέλανες ὄντες· γλυκεῖς δὲ
6. καὶ οἱ κατὰ τὴν Μαιονίαν γινόμενοι, ὁ Θήρινός τε καὶ
7. Καρυΐνος, τοσούτῳ πάχει τε καὶ μελανότητι διαφέροντες τῶν
8. εἰρημένων, ὅσον καὶ γλυκύτητι λείπονται· καὶ μέντοι καὶ
9. τὸ καλούμενον ἕψημα καὶ σίραιον ἐκ τοῦ γλεύκους
10. ἑψομένου γιγνόμενον, ὅσῳ γλυκύτερον ἀποτελεῖται τοῦ οἴνου,
11. τοσούτῳ καὶ μελάντερον τῇ χρόᾳ καὶ παχύτερον τῇ συστάσει
12. φαίνεται. δέδεικται μὲν οὖν κᾀν τῷ τετάρτῳ περὶ τῆς
13. τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἅπας ὁ γλυκὺς χυμὸς ὑπὸ
14. θερμασίας γιγνόμενος, οὐ μὴν ἀμέτρου τε καὶ σφοδρᾶς οὔσης
15. ὥσπερ ὁ δριμὺς ἐν τοῖς σφοδρῶς θερμαίνουσιν, ἀχώριστος
16. γὰρ τούτων ἡ δριμύτης· ἀλλὰ κατὰ τὴν χρῆσιν ὁ γλυκὺς
17. οἶνος φαίνεται θερμαίνων μετρίως καὶ τὸ διψῶδες αὐτῷ
18. διά τε τὴν θερμασίαν ὑπάρχει καὶ τὸ πάχος. οὕτως
19. γοῦν καὶ τὸ γλεῦκος εἰς ὅσον ὁμιλήσει τῷ πυρὶ πλέονι χρόνῳ,
1. παχύτερόν τε καὶ μελάντερον καὶ γλυκύτερον γίνεται·
2. τό γε μὴν ὑπεροπτηθὲν εἰς πικρότητα μεταβάλλει, καθάπερ
3. καὶ τὸ μέλι, καίτοι πάντων γλυκύτατον ὂν, ἀλλ᾿ ὅμως καὶ
4. τοῦτο πικρότητα προσλαμβάνει κατὰ τὴν ἐπὶ πλεῖστον ἕψησιν.
5. εἴρηται δ᾿, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ τῷ τετάρτῳ περὶ τῆς
6. τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπὲρ ἁπασῶν τῶν γευστῶν
7. ποιοτήτων, καὶ νῦν, ὥσπερ ἐν ταῖς ἄλλαις ἐξηγήσεσι
8. τῶν Ἱπποκράτους βιβλίων, οὐ τὰς ἀποδείξεις, ἀλλὰ τὰ συμπεράσματα
9. αὐτῶν λέγω μόνον. θερμαίνοντος οὖν τοῦ γλυκέος
10. οἴνου τὸ σπλάγχνον, ὄντος δ᾿, ὡς εἴρηται, καὶ παχέος
11. κατὰ τὴν σύστασιν, αἱ κατὰ μέρος αὐτοῦ δυνάμεις, ἃς ἐπιδείκνυται
12. πινόμενος, ἀκολουθεῖ ταῖς δευτέραις ποιότησιν·
13. ἡ γὰρ χρόα κατὰ τὸν ἑαυτῆς λόγον οὐδεμίαν ἔχει δύναμιν
14. εἰς ὄφελος ἢ βλάβην. εἰς ὅσον οὖν παχύς τ᾿ ἐστὶ κατὰ σύστασιν
15. ὁ τοιοῦτος οἶνος, τοσοῦτον καὶ βραδύπορος, ὥστ᾿ οὐ
16. μόνον οὐκ ἐκφράξει τι τῶν ἐμπεφραγμένων μορίων, ἀλλὰ
17. καὶ προσεμφράξει· καὶ διὰ τοῦτο βλαβερώτατος ἥπατι πάσχοντι,
18. καὶ μάλισθ᾿, ὅταν ἤτοι φλεγμονή τις ἢ σκίῤῥος ᾖ
1. κατὰ τοῦτο· μετριωτέραν δ᾿ ἐργάζεται τὴν βλάβην, ὅταν
2. ὑπὸ παχέων χυμῶν ἐμφράττηται τὸ σπλάγχνον ἢ δι᾿ ἀτονίαν
3. πάσχῃ, καθάπερ ἐν τοῖς ἰδίως ἡπατικοῖς ὀνομαζομένοις
4. πάθεσιν. ἐφεξῆς δὲ ἥπατι βλάπτεται σπλὴν ὑπὸ παχέων
5. οἴνων, οὐ μὴν ὅ γε πνεύμων, ὅταν ἐν τοῖς βρογχίοις
6. ἔχῃ παχὺν χυμόν. κατὰ μὲν γὰρ τὸ ἧπαρ ἐξ εὐρέων ἀγγείων
7. τῶν ἐπὶ ταῖς πύλαις εἰς στενὰ παραγίνεται πέρατα
8. τῶν ἐν τοῖς σιμοῖς αὐτοῦ μέρεσι καὶ τῶν ἐν τοῖς κυρτοῖς,
9. καθ᾿ ἃ καὶ ἡ μετάληψις ἁπάντων τῶν ἀναδιδομένων εἰς
10. ὅλον τὸ σῶμα γίγνεται· κατὰ δὲ τὸν πνεύμονα τοὐναντίον
11. συμβαίνει. διὰ πολλῶν γὰρ φλεβῶν ἀναδοθεὶς καὶ προκατεργασθεὶς
12. ἐν αὐταῖς, ἐμπίπτει ταῖς εὐρυχωρίαις τῶν βρογχίων,
13. προτέραις μὲν ταῖς τῶν μικροτέρων, ἐξ ἐκείνων δ᾿ εἰς
14. τὰ μείζονα παραλαμβάνεται, συναναφέρων ἑαυτῷ καὶ τοὺς
15. παχεῖς χυμοὺς, ὧν οὐ μόνον θερμότερος, ἀλλὰ καὶ λεπτότερός
16. ἐστιν· ἔμαθες δ᾿ ὅτι ὑπὸ τῶν βηχῶν ὁ πνεύμων ἐκκαθαίρεται
17. τοὺς παχεῖς χυμοὺς καὶ γλίσχρους· ὅσοι γὰρ
18. ὑδατώδεις εἰσὶ καὶ ἀκριβῶς λεπτοὶ, περιῤῥέουσι τῷ κατὰ
19. τὰς βῆχας ἐκπεμπομένῳ τῷ πνεύματι· τοῦτο γὰρ οἱονεὶ
1. χείρ τίς ἐστιν ἀναφέρουσα τοὺς παχεῖς χυμοὺς ἅμ᾿ αὐτῷ·
2. προσήκει δὲ δηλονότι τὸ πάχος τῶν χυμῶν εἶναι τοιοῦτον,
3. ὡς ὑπὸ τοῦ πνεύματος ἄνω φέρεσθαι δύνασθαι καὶ μὴ καθάπερ
4. πηλὸν ἐμπεπλάσθαι τοῖς βρογχίοις. διὰ τοῦτό γε
5. καὶ τοὺς γλίσχρους χυμοὺς αἱ βῆχες οὐκ ἐκκαθαίρουσι· καὶ
6. γὰρ μένουσι καὶ ἔνδον ἔχονται τῶν βρογχίων ἰξοῦ δίκην.
7. ὑγρότητος οὖν συμμέτρου δεῖ τοῖς μέλλουσι φαρμάκοις εἰς
8. τὴν ἀναγωγὴν τῶν ἐν πνεύμονι περιεχομένων παχέων χυμῶν
9. ἐπιτηδείοις ἔσεσθαι· γλίσχρων δ᾿ ὄντων αὐτῶν οὐχ ὑγρότητος
10. μόνον, ἀλλὰ καὶ ῥύψεως ἐστι χρεία, γιγνομένης ὑπὸ τῶν
11. ὀξέων χυμῶν. καὶ διὰ τοῦτο μελίκρατον μὲν ἐπιτηδειότατόν
12. ἐστι τοῖς παχέσι χυμοῖς εἰς ἀνάπτυσιν, ὀξύμελι δὲ τοῖς
13. γλίσχροις· ἐφεξῆς δὲ τῷ μελικράτῳ πτισάνη· καὶ μετὰ ταύτην
14. ὁ γλυκὺς οἶνος, ἤδη πεπεμμένης τῆς περιπνευμονίας
15. τε καὶ πλευρίτιδος πινόμενος, οὐ φλεγμαινόντων ἔτι τῶν σωμάτων·
16. εἰ δὲ διψώδης εἴη πινόμενος ὁ τοιοῦτος οἶνος, ἧττον
17. ἐπιτήδειος εἰς τὴν ἀνάπτυσιν γίνεται. συνελόντως δὲ
18. φάναι, γλυκὺς οἶνος ἐν ὀξεῖ νοσήματι εἰς ἀνάπτυσιν μὲν
1. ἐπιτήδειός ἐστι, κατά γε τὰς εἰρημένας ἐνεργείας αὐτοῦ καὶ
2. κατὰ τὸν κοινὸν ἁπάντων οἴνων λόγον ἐκ τοῦ ῥωννύναι τὴν
3. δύναμιν· μάλιστα δὲ τοῖς ἀναπτύουσι τῶν ἐν τῷ θώρακι
4. καὶ πνεύμονι περιεχομένων ὑγρῶν ὁτιοῦν, (ἔμαθες γὰρ αὐτὰ
5. ποικίλα ταῖς συστάσεσι καὶ ταῖς. ποιότησι καὶ ταῖς δυνάμεσιν
6. ὄντα κατὰ τὸ προγνωστικὸν βιβλίον, ἔνθα τὰς τῶν
7. πτυσμάτων ἐδήλου διαφορὰς) ἄλλο δ᾿ οὐδὲν ἀγαθὸν ὁ τοιοῦτος
8. οἶνος ἔχει πυρέττουσι διδόμενος, ἀλλ᾿ ἧττον μὲν
9. τοῦ σφοδρῶς θερμαίνοντος οἰνώδους βλάπτειν δυνήσεται,
10. χρηστὸν δ᾿ οὐδὲν ἄλλο παρὰ τὰ προειρημένα, ὅτι μὴ συλλαμβάνει
11. τι βραχὺ τῇ διεξόδῳ τῶν κατὰ τὴν γαστέρα. διὰ
12. τοῦτο οὖν ὁ Ἱπποκράτης, ἀφ᾿ ὧν ἧττον βλάπτει τὴν ἀρχὴν
13. τῆς διδασκαλίας ποιησάμενος, ὄντων πολλῶν, ἐπὶ τὰς ἰδίας
14. ὠφελείας αὐτῶν μετέβη κατὰ τὴν τοῦ λόγου τελευτὴν, ὀλίγας
15. οὔσας. ἐπέλθωμεν οὖν ἃ λέγει, ταῖς λέξεσιν ἀκολουθήσαντες
16. αὐτοῦ· ἧττον αὐτὸν ἅπτεσθαι φρενῶν φησιν ἢ οἱ
17. ἰσχυροὶ τῶν οἴνων, τουτέστιν ἧττον ἐργάζεσθαι παραφροσύνας.
18. οἱ γὰρ ἰσχυροὶ σφοδρῶς θερμαίνοντες ἐμπιπλᾶσι
1. τὴν κεφαλὴν καὶ χυμῶν καὶ ἀτμῶν καὶ θερμασίας. εἰς ὅσον οὖν
2. ἀπολείπονται σφοδρᾶς θερμότητος οἱ γλυκεῖς, εἰς τοσοῦτον
3. ἧττόν τε καὶ καρηβαρίαν ἐργάζονται καὶ βλάβην τῆς φρονήσεως.
4. διαχωρητικωτέρους δὲ αὐτοὺς εἶναί φησι τῶν ἄλλων
5. καὶ μεγαλοσπλάγχνους, τουτέστιν αὐξάνοντας τῶν σπλάγχνων
6. τοὺς ὄγκους. εἴρηταί μοι περὶ τούτων ὀλίγον ἔμπροσθεν.
7. οὐκ ἐπιτήδειόν γε μὴν τὸν γλυκὺν οἶνον οὐδὲ τοῖς
8. πικροχόλοις εἶναί φησι, τουτέστι τοῖς τὴν πικρὰν χολὴν
9. ἀθροίζουσιν, εἴθισται γὰρ τοῖς ἰατροῖς χολὴν μὲν ἁπλῶς
10. ὀνομάζειν τὴν ὠχράν τε καὶ ξανθὴν, τὴν μέλαιναν δὲ χολὴν,
11. ὅλον τοῦτο λέγειν, οὐχ ἁπλῶς χολήν· ἀλλ᾿ αὕτη μὲν
12. ὀξεῖα, πικρὰ δ᾿ ἡ ξανθὴ, καὶ διὰ τοῦτο τοὺς πικροχόλους
13. Ἱπποκράτης ὀνομάζει τοὺς πλεονάζουσαν ἔχοντας τὴν τοιαύτην
14. χολήν. ἐπιμιγνυμένη μὲν οὖν ὑδατώδεσιν ἰχῶρσιν ὑγροτάτη
15. τε καὶ ὠχρὰ φαίνεται· μόνη δ᾿ οὖσα, παχεῖα καὶ
16. ξανθή. θερμαὶ δὲ καὶ ξηραὶ κράσεις εἰσὶν αἱ γεννῶσαι τὴν
17. τοιαύτην χολὴν, ἐπιτήδειοί γε μὴν εἰς γένεσιν αὐτῆς εἰσι
18. πάντες οἱ γλυκεῖς χυμοί· διὰ τοῦτο καὶ τὸ μέλι πάντων
1. αὐτῶν ἐκχολοῦται μάλιστα, διότι γλυκύτατον· εἶθ᾿ ἑξῆς οἱ
2. γλυκεῖς οἶνοι. οὐ μόνον δ᾿ ὅτι ἡ πολλὴ θερμασία τοὺς
3. τοιούτους χυμοὺς ἐργάζεται πικροὺς, ἀνεπιτήδειός ἐστιν ὁ
4. γλυκὺς οἶνος τοῖς πυρέττουσι, καὶ μάλισθ᾿ ὅταν ὦσι θερμοὶ
5. καὶ ξηροὶ τὴν κρᾶσιν, ἀλλὰ καὶ διότι παχεῖς ὄντες οὔτ᾿
6. ἐπ᾿ οὖρα διεξέρχονται ταχέως οὔτε διαπνέονται ταχέως,
7. ὥστ᾿ οὐ συνάγουσιν ἑαυτοῖς οὐδὲ συνεκκενοῦσι τοὺς χολώδεις
8. χυμούς. ἓν οὖν αὐτοῖς τούτοις μόνοις ἀγαθὸν ὑπάρχει
9. τὸ τὴν γαστέρα λαπάττειν· ὥστ᾿ ἄν γε μὴ ποιήσωσι
10. τοῦτο, παντοίως βλάπτουσι. πρὸς γὰρ τούτοις καὶ διψώδεις
11. εἰσὶν, αὐτὸ τοῦτο δηλοῦντες, ὡς ἐκχολοῦνται ῥᾳδίως·
12. λέγει δὲ τὸν τοιοῦτον εἶναι καὶ φυσώδη· θερμαινόμενοι
13. γὰρ οἱ παχεῖς χυμοὶ πνεῦμα γεννῶσιν ἑαυτοῖς ὅμοτον
14. ἀτμῶδές τε καὶ παχύ· τοιοῦτον δέ ἐστι τὸ τὰς πνευματώσεις
15. ἐργαζόμενον, ὡς ἔκ γε τῶν λεπτῶν οἴνων οὔτε γεννᾶται
16. πνεῦμα, κᾂν γεννηθῇ δέ ποτε, λεπτομερές τε καὶ ἀερῶδες,
17. οὐχ ὁμιχλῶδές τε καὶ ἀτμῶδες. τῶν δὲ κάτω ἐντέρων
18. τὸν γλυκὺν οἶνον οὔ φησιν εἶναι βλαβερὸν, καίτοι
1. βραδυπόρου οὔσης τῆς ἀπ᾿ αὐτοῦ φύσης καὶ χρονιζούσης
2. περὶ ὑποχόνδριον. αὐτὸ δὲ δὴ τοῦτ᾿ ἔστι, δι᾿ ὃ μὴ μεγάλως
3. ἐνοχλεῖ τὰ κάτω τῶν ἐντέρων, ὅτι χρονίζει περὶ τὸ
4. ὑποχόνδριον, ἄχρις ἂν ἐκπεφθῇ τε καὶ λεπτυνθῇ τελέως·
5. εἰ δ᾿ ἅπαξ πεφθείη, ποριμωτέραν τε καὶ λεπτομερεστέραν
6. ἴσχει καὶ τὴν φύσιν, ὥστε καθ᾿ ὃν λόγον ἐκ τῶν ἄνω μορίων
7. ἀπώσθη κάτω, κατὰ τὸν αὐτὸν λόγον ἐκτὸς ὑπὸ τούτων
8. ἐκπέμπεται.