7. Εἰ μέντοι ῥοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον,
8. ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες καὶ τοῖσι
9. κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀσύμφορον· προπινόμενον
10. μέντοι πρὸ ῥοφημάτων μελίκρητον οὐ βλάπτει ὡς
11. ἐπιπινόμενον, ἀλλὰ τι καὶ ὠφελέει.
13. Περὶ τῆς τάξεως ὁ λόγος αὐτῷ, ᾗ κάλλιστ᾿ ἄν τις χρῷτο
14. τῷ μελικράτῳ τε καὶ πτισάνῃ. κοινὸς δὲ ἔστω σοι λόγος
15. καὶ οὗτος, ὡς ἐπὶ παραδείγματος ἑνὸς διδασκόμενος μελικράτου
16. τε καὶ πτισάνης· ἀεὶ γὰρ χρὴ πρότερον μὲν προσφέρεσθαι
17. τά τε ῥᾳδίως διαφθειρόμενα καὶ μᾶλλον ὑπιόντα,
18. δεύτερα δὲ τὰ ἐναντία. πτισάνη δὲ μελικράτου δυσφθαρτότερον
1. καὶ ὑπέρχεται βράδιον. πρώτου μὲν οὖν τοῦ
2. μελικράτου ληφθέντος οἷον ὑφήγησίς τις ἔξ αὐτοῦ γένοιτ᾿
3. ἂν τῇ πτισάνῃ τῆς διαχωρήσεως· εἰ δὲ πτισάνη πρώτη
4. ληφθείη, κωλυόμενον ὑπιέναι τὸ μελίκρατον ἐμφυσήσει τε
5. τὸ ὑποχόνδριον εἴς τε τὴν χολὴν μεταβληθὲν ἐν τῷ χρόνῳ
6. καὶ τῇ πτισάνῃ τι λυμανεῖται.