9. Ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ·
10. λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίγνεται·
11. ἀρετὴν δὲ ἥντινα αὐτέῳ προσθέω διαφέρουσάν τι τοῦ
12. ὠμοῦ οὐκ ἔχω. οὔτε γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνοι
13. γε τὸ μέλι καλὸν ἐόν· ἀσθενέστερον μέντοι γε τοῦ
14. ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν, ὧν οὐδετέρου ἐς τιμωρίην
15. προσδέεται μελίκρητον. ἄγχιστα δὲ χρηστέον αὐτῷ
16. τοιῷδε ἐόντι, ἢν τὸ μέλι τυγχάνοι πονηρὸν ἐὸν καὶ ἀκάθαρτον
17. καὶ μέλαν καὶ μὴ εὐῶδες· ἀφέλοιτο γὰρ ἂν ἡ
18. ἕψησις τῶν κακοτήτων αὐτοῦ τὰ πλέονα τοῦ αἴσχεος.
1. Διαφορὰς ὠμοῦ τε καὶ ἑφθοῦ μελικράτου διδάσκει καθ᾿
2. ὅλην τήνδε τὴν ῥῆσιν, δεῖται δ᾿ ὁ λόγος οὐδεμιᾶς ἐξηγήσεως.