5. Τὸ δ᾿ ὀξύμελι καλεόμενον ποτὸν πολλαχοῦ εὔχρηστον ἐν ταύτῃσι
6. τῇσι νούσοισιν εὑρήσεις ἐόν· καὶ γὰρ πτυάλου ἀναγωγόν
7. ἐστι καὶ εὔπνοον· καιροὺς μέντοι τοιούσδε ἔχει.
9. Τὸ καλούμενον καὶ τὸ καλεῖσθαι καὶ τὰ παραπλήσια
10. τούτοις ἔμαθες αὐτὸν προστιθέντα ποτὲ μὲν ὡς οὐδέπω
11. συνήθους ἅπασι τοῖς Ἕλλησι τῆσδε τῆς προσηγορίας οὔσης,
12. ποτὲ δὲ ὡς ἀκύρως λεγομένης, ἐνίοτε δὲ ὡς ἐνδεικνυμένης
13. τι τεχνικὸν, ὡς ἐπὶ τῶν κροταφιτῶν τε καὶ μασητήρων μυῶν
14. ἐδιδάξαμεν. ἀλλ᾿ ὅτι μὲν οὐδὲν ἐνδείκνυται τεχνικὸν ἡ προσηγορία
15. τοῦ ὀξυμέλιτος ἅπαντι δῆλον, ἀλλ᾿ ἤτοι μεμφόμενος
16. ἢ ὡς οὐδέπω συνήθη, διὰ τῆς τοῦ καλεομένου
17. ἐπεσημήνατο προσθήκης. ἐγχωρεῖ δ᾿ ἑκάτερα· ἴσως μὲν γὰρ
1. τότε πρῶτον εἰς χρῆσιν κοινὴν ἤρχετο· τάχα δὲ καὶ μέμφεται
2. τῇ φωνῇ, ὡς ἐμφαινούσῃ, ἤτοι ἐκ τοῦ ὄξους καὶ μέλιτος
3. μόνων συγκεῖσθαι τὸ φάρμακον ἢ ὡς μέλιτος διαφορὰν
4. δηλούσῃ, ὡς εἰ καὶ οὕτως ἔλεγέ τις· τὸ δὲ μέλι τὸ ὀξὺ
5. δύναμιν ἔχει τοιάνδε. περὶ μὲν δὴ τῆς τοῦ καλεομένου
6. προσθήκης δῆλον· ἐπ᾿ αὐτὸ δὲ τὸ χρήσιμον ἴωμεν. οὐ γὰρ
7. ἐξ ὄξους καὶ μέλιτος μίξεως μόνον ἡ σύνθεσις γίγνεται τοῦ
8. ὀξυμέλιτος, ἀλλ᾿ ἐκ μελικράτου βραχὺ προσλαμβάνοντος
9. ὄξους. ἕψεσθαι δὲ ἄμεινον αὐτό· καθαιρεῖται γὰρ ἡ
10. δύναμις τοῦ ὄξους ὑπὸ τῆς ἑψήσεως, ὡς τὴν ὠφέλειαν τὴν
11. παρ᾿ αὐτοῦ λαμβάνειν τὸ μελίκρατον ᾧ μίγνυται, τὴν βλάβην
12. δὲ οὐκ ἴσχειν. τὴν μὲν οὖν ὠφέλειαν κατὰ τὴν ἀρχὴν
13. εἶπε τῆς ῥήσεως καὶ μετὰ ταῦτα ἐρεῖ· τὴν βλάβην δ᾿ ἐπὶ
14. τῇ τελευτῇ τῆς ὅλης ῥήσεως προσθήσει. κατὰ τὴν ἀρχὴν
15. μὲν οὖν εἴρηται, πτυέλου γὰρ ἀναγωγόν ἐστι καὶ εὔπνοον·
16. ἐφεξῆς δ᾿ ὅσα ταῖς λέξεσιν ἐπακολουθήσαντες αὐτοῦ μαθησόμεθα.
17. καιροὺς μέντοι τοιούσδε ἔχει. τοὺς καιροὺς ἤτοι
18. τοὺς τῆς χρήσεως αὐτοῦ λέγει, καθότι σύνηθες, ἢ τοὺς
1. τῆς ὠφελείας, ἐπειδὴ καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἐδείχθη
2. χρώμενος ἐνίοτε τῇ τοῦ καιροῦ προσηγορίᾳ.