5. Τὸ μὲν κάρτα ὀξὺ οὐδὲν ἂν μέσον ποιήσειεν πρὸς τὰ πτύελα
6. τὰ μὴ ῥηϊδίως ἀνιόντα. εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα
7. καὶ ὄλισθον ἐμποιήσειε καὶ ὥσπερ εἰ διαπτερώσειε
8. τὸν βρόγχον, παρηγορήσειε τὸν πνεύμονα, μαλθακτικὸν
9. γὰρ αὐτέου· καὶ εἰ μὲν ταῦτα συγκυρήσειε, μεγάλην ἂν
10. ὠφελείην ποιήσειεν· ἔστι δ᾿ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε
11. τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε
12. καὶ ἔβλαψεν.
14. Ἐφ᾿ ὧν ἐστι χρεία τοῦ ὀξέος ὀξυμέλιτος, ἐπὶ τούτων
15. διδάσκει τὴν ἐξ αὐτοῦ γιγνομένην ἐνίοτε βλάβην· ἐφ᾿ ὧν
16. γὰρ ὅλως οὐδ᾿ ἂν χρήσαιτό τις ὀξεῖ τῷ τοιούτῳ φαρμάκῳ,
17. περιττὸν τὸ καταλέγειν τὰς τοιαύτας βλάβας. οὐδὲ γὰρ οὐδ᾿
18. ἁπλῶς εἶπε περὶ ὀξέος ὀξυμέλιτος, ἀλλὰ καὶ κάρτα προσέθηκεν,
1. ὅπερ σημαίνει ταὐτὸν τῷ λίαν καὶ σφόδρα. τὸ τοιοῦτον
2. οὖν ὀξύμελι μέσον οὐδὲν εἴωθεν ἐργάζεσθαι τοῖς κατὰ
3. τὸν πνεύμονα παχέσι τε καὶ γλίσχροις πτυέλοις, ἐφ᾿ ὧν ἄν
4. τις αὐτῷ χρήσαιτο μόνῳ· ἀλλ᾿ ἤτοι τεμὸν αὐτὰ καὶ ἀποῤῥύψαν
5. ἀνήγαγεν ἢ τοῦτο μὲν πρᾶξαι μὴ δυνηθὲν ἐξήρανεν.
6. ὥσπερ γὰρ τμητικὸν τὸ τοιοῦτον φάρμακον, οὕτω καὶ ξηραντικόν·
7. ἔχομεν δ᾿ αὐτὸ ἐπὶ τῶν κατὰ τὸν πνεύμονα παχέων
8. πτυέλων, οὐχ ὡς ξηραῖνον (οὕτως γὰρ βλάψειεν), ἀλλὰ
9. ὡς τέμνον τε καὶ ῥύπτον. ὅταν μὲν οὖν ἀδυνατήσῃ ταῦτα
10. ποιῆσαι, χρηστὸν μὲν οὐδὲν ἔπραξε, μεγίστην δὲ βλάβην
11. εἰργάσατο. πότ᾿ οὖν ἀποτυγχάνει ῥύπτειν καὶ τέμνειν αὐτὸς
12. ἐφεξῆς ἐδίδαξε, νυνὶ δὲ βούλομαι περὶ τῆς γραφῆς τῆς
13. ἐν πολλοῖς τῶν βιβλίων εἰπεῖν· οὐ γὰρ διὰ τὸ σ τὴν δευτέραν
14. συλλαβὴν τοῦ μέσον ὀνόματος, ἀλλὰ διὰ τοῦ ζ γεγραμμένην
15. εὑρίσκομεν, ὡς εἶναι τὴν ὅλην λέξιν τοιάνδε· τὸ μὲν
16. γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέζον ποιήσειεν. ἔστι δὲ τοῦτο
17. ψεῦδος· αὐτὸς γὰρ ἐπιφέρων δείκνυσιν ἐνίοτε μὲν μεγάλην
1. ὠφέλειαν ἐξ αὐτοῦ γιγνομένην, ἐνίοτε δὲ βλάβην· ὥστ᾿ ἀεὶ
2. μέγα τι ποιεῖ καὶ οὐδέποτε μικρόν. ἐφ᾿ οὗ δὲ ἀληθὲς εἰπεῖν
3. ἐστιν, ἀεί τι γίγνεσθαι κακὸν μέγα ἢ ἀγαθὸν, περὶ τούτου
4. κάλλιον ἄν τις εἴποι καὶ μηδὲν μέσον ὑπ᾿ αὐτοῦ γίγνεσθαι.