17. Εἰς μὲν οὖν τόδε προστεκμαίρεσθαι χρὴ τὴν ῥώμην τοῦ
18. κάμνοντος ἀνθρώπου· κᾒν ἐλπίδα ἔχῃ, διδόναι.
1. Ἐπειδὴ προείρηκεν ὑπὸ τοῦ ὀξέος ὀξυμέλιτος οὐδὲν
2. ὀνίνασθαι τοὺς καὶ ἄλλως ὀλεθρίως ἔχοντας, ἔνιοι δὲ σπανίως
3. ἐξ αὐτῶν σώζονται βοηθούμενοι, διὰ τοῦτο καὶ τὴν
4. τούτου σπανίαν βοήθειαν οὐ παρέλιπεν· ἔστι δ᾿ αὕτη διὰ
5. τοῦ ὀξέος ἱκανῶς ὀξυμέλιτος, ὅταν ὁ κάμνων ἰσχυρὸς ᾖ τὴν
6. δύναμιν. ἄλλως γὰρ οὐδὲν ὀνίνησι τὸ τοιοῦτον ὀξύμελι,
7. δυοῖν θάτερον ἐργασάμενον, ἢ μηδ᾿ ὅλως τεμὸν, ἀλλ᾿ ἐπιγλισχραῖνον
8. τὰ γλίσχρα, ἢ τεμὸν καὶ ἀποῤῥύψαν, ἀθρόαν δὲ
9. ἀναγωγὴν καὶ κένωσιν κινῆσαν, τῆς δυνάμεως μὴ φερούσης,
10. ἀκολουθήσει πνιγῆναι τὸν ἄνθρωπον.