13. Διδόναι δὲ, ἢν δίδως, ἀκροχλίαρον καὶ κατ᾿ ὀλίγον τὸ τοιόνδε
14. καὶ μὴ λάβρως.
16. Ἢν μηδὲν ἀναπτύῃ τι διὰ πάχος καὶ γλισχρότητα τῶν
17. πτυσμάτων, οὐ μὴν ἀσθενῆ γε τὴν δύναμιν, ὀξύμελι κελεύει
18. δίδοσθαι τὸ λίαν ὀξὺ, κατ᾿ ὀλίγον τε καὶ ἀκροχλίαρον, ὅπερ
1. ἐστὶν ἄκρως χλιαρόν (ἄκρως δὲ ἐστι χλιαρὸν ὅπερ ἂν ᾖ
2. μέσον ἀκριβῶς τοῦ τε ψυχροῦ καὶ τοῦ θερμοῦ)· ἰσχυρὰν
3. γὰρ ἔχον αὐτὸ τὴν δύναμιν εὐλαβεῖται πολὺ προσφέρειν εἰς
4. ἅπαξ. ὡσαύτως δὲ καὶ τὸ ψυχρὸν ἐν θέρει διδόναι, καθάπερ
5. ἔμπροσθεν ἐκέλευσεν, εὐλαβεῖται, διὰ τὸ τὰς μὲν ἀπτύστους
6. πτυσμάτων πλευρίτιδας καὶ περιπνευμονίας ἀπέπτους
7. εἶναι, τῇ πέψει δ᾿ ἀεὶ τὸ μὲν θερμὸν συντελεῖν, τὸ δὲ ψυχρὸν
8. ἐναντιοῦσθαι. τί δήποτ᾿ οὖν καὶ τὸ θερμὸν ὀξύμελι
9. φεύγει; ἢ ὅτι διὰ τὸ κακόηθες τοῦ νοσήματος, μή πως εὐθέως
10. ἐν τῇ τοιαύτῃ προσφορᾷ τοῦ τοιούτου πόματος, αὐτὸ
11. μὲν τὸ πάθος ἄπεπτον ἔτι διαμένῃ, συμβῇ δὲ τὸν ἄνθρωπον
12. ὑπὸ τοῦ θερμοῦ ὀξυμέλιτος διψωδέστερον γίνεσθαι ἑαυτοῦ;
13. δέδεικται δ᾿ ὅτι τὸ σύμπτωμα τοῦτο γλίσχρον
14. ἐργάζεται πτύελον. ἀσφαλέστερον οὖν αὐτῷ δοκεῖ μετρίως
15. χλιαρὸν εἶναι τὸ ὀξύμελι, φεύγοντι τοῦ θερμοῦ τὴν ἐνδεχομένην
16. ἀκολουθῆσαι βλάβην, τοῦ δὲ ψυχροῦ τὴν ἔξ ἀνάγκης
17. ἑπομένην.