Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.27, ed. Kühn, 1828, vol. 15, p. 683-684. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.27


2. Τὸ μέντοι ὀλίγον ἔποξυ ὀξύμελι ὑγραίνει μὲν τὸ στόμα καὶ
3. φάρυγγα, ἀναγωγὸν δὲ πτυέλου ἐστὶ καὶ ἄδιψον· ὑποχονδρίῳ
4. δὲ καὶ σπλάγχνοισι τοῖσι ταύτῃ εὐμενὲς καὶ τὰς
5. ἀπὸ μέλιτος βλάβας ταύτῃ κωλύει· τὸ γὰρ ἐν μέλιτι χολῶδες
6. κολάζεται.

8. Περὶ τοῦ λίαν ὀξέος ὀξυμέλιτος συμπληρώσας
9. τὸν λόγον ἐπὶ τὸ μετρίως ὀξὺ μετέβη κατὰ τήνδε τὴν ῥῆσιν,
10. ὑγραίνειν αὐτὸ λέγων τὸ στόμα καὶ φάρυγγα καὶ τῶν
11. πτυέλων ἀναγωγὸν εἶναι καὶ ἄδιψον. ἅπαντα γὰρ ἔχον ὑφ᾿
12. ὧν ὠφελεῖσθαι πεφύκασιν αἱ τοιαῦται νόσοι, τῶν βλαπτόντων
13. οὐδὲν ἔχει διὰ τὴν τῆς κράσεως ἀρετήν· ἐπειδὴ τοσοῦτον
14. τῷ μελικράτῳ μέμικται τοῦ ὄξους, ὅσον ἱκανόν ἐστι τὸ
15. χολῶδες ἐν αὐτῷ κολάσαι, τουτέστι καθελεῖν καὶ ταπεινῶσαι·
16. δέδεικται γάρ σοι κατὰ τὸ τέταρτον γράμμα περὶ τῆς
17. τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐναντιωτάτην δύναμιν ἔχειν
18. ὁ γλυκὺς χυμὸς τῷ ὀξεῖ. τῆς οὖν τοῦ μελικράτου δυνάμεως
1. τὰ ἄλλα μὲν πάντα ἐχούσης, ὧν δεῖται τὰ τοιαῦτα νοσήματα,
2. καθ᾿ ἓν δὲ μόνον ἐναντιουμένης αὐταῖς, ὅταν ὑπερθερμανθὲν
3. ἐκχολωθῇ, τὴν τοιαύτην αὐτοῦ μεταβολὴν ἡ τοῦ
4. ὄξους μίξις κωλύουσα κάλλιστον ἐργάζεται φάρμακον. ἄδιψόν
5. τε γὰρ ἔσται καὶ διὰ τοῦτο καὶ τὰ πτύελα, τά γε μὴ
6. παντάπασι παχέα καὶ γλίσχρα, ῥᾳδίως ἀνάξει· τούτοις δ᾿
7. ἀμφοτέροις αὐτοῖς ἔργοις ἕπεται καὶ ἡ τῶν κατὰ τὸ στόμα
8. καὶ τὴν φάρυγγα μορίων ὑγρότης. ᾧ δὲ λόγῳ ταῦτα δρᾷ,
9. τούτῳ δὴ καὶ σπληνὶ καὶ ἥπατι προσφορώτατόν ἐστι, διακαθαῖρον
10. ἀλύπως τὰ σπλάγχνα.

Cliquer un n° de page pour en afficher l’image