8. Ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον καὶ
9. ξύσματα ἐμποιέει.
11. Τὴν ὑπὲρ τὸ κατὰ φύσιν ἐγγινομένην ὑγρότητα τοῖς
12. μορίοις ἴσμεν αὐτὸν ἀεὶ πλάδον ὀνομάζοντα· τοῦτ᾿ οὖν ἐργάζεται,
13. φησὶ, τὸ ὀξύμελι, ξύον τε τῶν ἄνωθεν ὅσον ἐμπλάττεται
14. παχέων χυμῶν ἢ γλίσχρων, τέμνον δὲ τοῦτο καὶ
15. ὑπάγον πρὸς τὴν ἔκκρισιν. εὐπετεῖς δὲ κατὰ τοιαύτην τὴν
16. δύναμιν ἐργάζεται καὶ τὰς ἐξ ἥπατος ἐπαγωγὰς τῶν περιττωμάτων,
17. ὥστε πασῶν τῶν ἄνωθεν ὑγροτήτων ἀθροιζομένων
18. ἐν τοῖς ἐντέροις καὶ μάλιστα τοῖς κάτω, διὰ μὲν τὸ πλῆθος
1. αὐτῶν τὸν πλάδον ἐγγίνεσθαι, διὰ δὲ τὴν ποιότητα
2. ξύεσθαι τὸ ἔντερον. καὶ γὰρ τὸ ὀξύμελι ῥυπτικὴν ἔχον δύναμιν
3. ἐν τῷ χρόνῳ ξύσειεν ἂν τὸ ἔντερον· καὶ τὸ συγκατερχόμενον
4. αὐτῷ χολῶδες περίττωμα τὴν αὐτὴν ἔχον δύναμιν·
5. ὅθεν καὶ χωρὶς ὀξυμέλιτος, ἢν πλεονάσαν ποτὲ τύχῃ,
6. ξύει τὸ ἔντερον.