Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.3, ed. Kühn, 1828, vol. 15, p. 639-640. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.3


11. Καὶ γὰρ οὖν ἧσσον οὗτος διουρητικὸς γίγνεται ἐπίπαν
12. τοῦ οἰνώδεος λευκοῦ.

14. Τίνα κέκληκεν οἰνώδεα λευκὸν ἐπισκεψώμεθα. λέλεκται
15. γὰρ ἔμπροσθεν οἰνώδης οἶνος εἶναί τε καὶ λέγεσθαι προσηκόντως
16. ὁ τοῖς ὑδατώδεσιν ἀντικείμενος· ἰσχυρῶς οὖν αὐτὸν
17. δεῖ θερμαίνειν καὶ κεφαλὴν πληροῦν καὶ παραφροσύνας ἐργάζεσθαι
18. καὶ τὴν πυρετώδη θερμασίαν αὐξάνειν· ἀλλ᾿ ὁ
1. τοιοῦτος οἶνος οὐκ ἔστι λευκὸς, οὔτε νέος ὢν οὔτε παλαιωθεὶς,
2. ὅτι μηδὲ ἄλλος τις τῶν παλαιουμένων οἴνων διαμένει
3. λευκὸς, κᾂν ὅτι μάλιστα κατ᾿ ἀρχὰς ὑπάρξῃ τοιοῦτος, ἀλλ᾿
4. ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ κιῤῥότερος γίγνεται, τελευταῖον δὲ καὶ
5. ξανθός. ἔοικεν οὖν ὁ Ἱπποκράτης εἰρηκέναι λευκὸν οἰνώδη
6. τὸν αὐστηρὸν, ὃς οὐδ᾿ αὐτός ἐστιν οὐρητικὸς, ἀλλ᾿ ἐὰν μὲν
7. παχὺς ᾖ ὁ τοιοῦτος, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ
8. παχὺς, οὐδὲ χρονίζει μέχρι πολλοῦ, καθάπερ ὁ μέλας, οὔθ᾿
9. ὁμοίως ἐπ᾿ οὖρα διεξέρχεται τοῖς λευκοῖς τε ἅμα καὶ μετρίως
10. αὐστηροῖς· οὐρητικοὶ γὰρ οὗτοι διότι πεφεύγασιν ἀμφοτέρας
11. τὰς ἰδέας τοῦ βραδέως ἐπ᾿ οὖρα διεξέρχεσθαι, τήν τε τοῦ
12. ὑδατώδους, ἣν διὰ ψυχρότητα πέπονθε, καὶ τὴν τοῦ μέλανος
13. οἴνου διὰ τὸ πάχος. ὁ γὰρ λευκὸς οἶνος καὶ αὐστηρὸς ἥκιστα
14. θερμὸς ὡς ἐν οἴνοις ἐστὶ καὶ διὰ τοῦτο τοῖς κατὰ γαστέρα
15. ῥεύμασιν ἐπιτήδειος, οὐ μὴν οὐρητικός γε ἱκανῶς ὁ τοιοῦτός
16. ἐστιν· ἴσως οὖν τούτῳ παραβάλλων τὸν μέλανά φησιν ἧττον
17. οὐρητικὸν ὑπάρχειν.

Cliquer un n° de page pour en afficher l’image